Ancient Greek
1.4670 to 1.4672
Suda, Suidae lexicon 1.4670-4672
Not analysed yet
4670 Ἀχανὲϲ πέλαγοϲ καὶ πεδίον. τὸ ἐπιπολὺ κεχηνόϲ. τέλματα δύϲπορα διαδέχεται, καὶ ἐπὶ τούτοιϲ ἀχανὲϲ καὶ ἀνέξοδον πεδίου βάθοϲ, ἐν ᾧ μυρίκαι τε δένδρων μείζουϲ ἐπεπήγεϲαν, καὶ τὸ ϲυνεχὲϲ τῆϲ ὕληϲ φοβερώτατον. καὶ Ἀχανεῖϲ, ἀφανεῖϲ, ἀφεγγεῖϲ. καὶ Ἀχανήϲ, ὁ μὴ κεχηνὼϲ, καὶ ἄφωνοϲ, ὁ ἐνεὸϲ, ὁ ἐκπεπληγμένοϲ ϲιωπῇ. 4671 Ἀχάνη: μέτρον ἐϲτὶ Περϲικόν, ὥϲπερ ἡ ἀρτάβη παρὰ Αἰγυπτίοιϲ. ἐχώρει δὲ μεδίμνουϲ Ἀττικοὺϲ με΄, ὡϲ μαρτυρεῖ Ἀριϲτοτέληϲ. οἱ δε φαϲιν, ὅτι κίϲτη ἐϲτὶν, εἰϲ ἣν κατετίθεντο τοὺϲ ἐπιϲιτιϲμοὺϲ οἱ ἐπὶ τὰϲ θεωρίαϲ ϲτελλόμενοι. 4672 Ἄχαρι: χαλεπὸν, κακόν. Ἀρριανόϲ· ὁ δὲ πίϲτιν ἔδωκε τοῖϲ κατοικοῦϲι μηδὲν ἄχαρι πείϲεϲθαι ἐκ βαϲιλέωϲ. καὶ αὖθιϲ· οὐδὲν πείϲεϲθαι ἄχαρι πρὸϲ αὐτῶν.