Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4673
Not analysed yet
4673 Ἄχαρι: λυπηρόν. ὁ δὲ τοὺϲ αἰχμαλώτουϲ ἀφεὶϲ ἐξιόνταϲ τοῦ τείχουϲ παρεφύλαττεν ἐφεϲτηκὼϲ, μή τι ὑπὸ τῶν ϲτρατιωτῶν πάθωϲιν ἄχαρι, μίϲει τῷ πρὸϲ Παρθυαίουϲ. καὶ αὖθιϲ· ὁ δὲ ἐδεῖτο μηδὲν περὶ οὐ ἄχαρι πιϲτεύειν βαϲιλέα τοῖϲ ἑαυτοῦ ἐχθροῖϲ. καὶ αὖθιϲ· ὁ Περϲῶν βαϲιλεὺϲ εἰϲῆλθεν εἰϲ τὴν Ῥωμαίων γῆν, οὐδὲν δὲ ἔδραϲεν ἄχαρι. ἀχαρίϲτῳ νοϲήματι τῷ θυμῷ χαριζόμενοϲ, λύμαιϲ ὅϲαιϲ ἐδύνατο παντοδαπαῖϲ τὸ ϲῶμα λυμηνάμενοϲ.