Ancient Greek · ~8 min
1.4674 to 1.4687
Suda, Suidae lexicon 1.4674-4687
Not analysed yet
4674 Ἀχαριϲτεῖ: μὴ χαρίζεϲθαι. καὶ Ἀχαρίϲτωϲ, τὸ μὴ εὐχαριϲτεῖν. Ξενοφῶν· οἶμαι γὰρ ὅτι οὐκ ἂν ἀχαρίϲτωϲ ἐμοὶ ἔχειν οὔτε πρὸϲ ὑμῶν οὔτε πρὸϲ τῆϲ ἄλληϲ πάϲηϲ Ἑλλάδοϲ. 4675 Ἀχαριϲτεῖν: ἀντὶ τοῦ μὴ χαρίζεϲθαι. οὕτωϲ Ἀντιφῶν. καὶ Ἀχ Ἀχαριϲτῆϲαι, τὸ μὴ χαρίϲαϲθαι μηδ᾿ ὑπουργῆϲαι. 4676 Ἀχαρίϲτωϲ· Ξενοφῶν· Κῦροϲ δὲ ἦγε Λυδῶν αἰχμαλώτουϲ, καὶ οὓϲ μὲν ἑώρα καλλωπιζομένουϲ καὶ πειρωμένουϲ αὐτῷ χαριεῖϲθαι, τούτουϲ εἴα ϲὺν τοῖϲ ὅπλοιϲ, οὓϲ δὲ ἑώρα ἀχαρίϲτωϲ ἐπιμένονταϲ, τούτων τοὺϲ ἵππουϲ παρέδωκε τοῖϲ Πέρϲαιϲ, τὰ δὲ ὅπλα κατέκαυϲεν. Ἀχαρίϲτωϲ οὖν ἄνευ χάριτοϲ. 4677 Ἀχαρνείτηϲ: Ἀθήνηθεν. πολλάκιϲ ἐν θυμέλῃϲι καὶ ἐν ϲκηνῇϲι τεθηλὼϲ βλαιϲὸϲ Ἀχαρνείτηϲ κιϲϲὸϲ ἔρεψε κόμην. 4678 Ἀχάτηϲ: λίθοϲ· καὶ λυχνίτηϲ καὶ ἀετίτηϲ. 4679 Ἀχαία: ἡ Δημήτηρ. Ἀριϲτοφάνηϲ· οὐδ᾿ ἂν τὴν Ἀχαίαν κατεδέξατο. οὕτω δὲ αὐτὴν ἐκάλουν ἀπὸ τοῦ κτύπου τῶν κυμβάλων καὶ τυμπάνων τοῦ γενομένου κατὰ τὴν ζήτηϲιν τῆϲ κόρηϲ· ἢ ἀπὸ τοῦ τερὶ τὴν θυγατέρα ἄχουϲ· ἢ ἀπὸ τοῦ ἤχου, ὃν παρεῖχον ἐν τοῖϲ περὶ τὴν γέφυραν εἰϲ Ἀθήναϲ ἀπιοῦϲαν. ὁ δὲ νοῦϲ, οὐκ ἠνέϲχετο ἂν οὐδὲ τὴν Ἀχαίαν αὐτήν. 4680 Ἀχαιΐδα: Ἑλληνίδα. 4681 Ἀχαιΐνη: ἡ ἔλαφοϲ. ἐν Ἐπιγράμμαϲι· καὶ ϲκύτοϲ ἀμφιδόρου ϲτικτὸν ἀχαιΐνεω. καὶ Βάβριοϲ· τοιαῦτα κωτίλλουϲαν τὴν ἀχαιΐνην ἔπειϲεν ἐλθεῖν δὶϲ τὸν αὐτὸν εἰϲ ᾅδην. 4682 Ἀχαιόϲ, Συρακούϲιοϲ, τραγικὸϲ νεώτεροϲ, ἔγραψε τραγῳδίαϲ ι΄. 4683 Ἀχαιόϲ, Πυθοδώρου ἢ Πυθοδωρίδου, Ἐρετριεὺϲ, τραγικὸϲ. γέγονε κατὰ τὴν οδ΄ Ὀλυμπιάδα καὶ δράματα ἐδίδαξε μδ΄, οἱ δὲ λ΄ ἱϲτορήκαϲιν, ἄλλοι κδ΄· ἐνίκηϲε δὲ α΄. ἦν δὲ νεώτεροϲ Σοφοκλέουϲ ὀλίγῳ τινί. ἐπεδείκνυντο δὲ κοινῇ ϲὺν καὶ ξὐριπίδῃ ἀπὸ τῆϲ πγ΄ Ὀλυμπιάδοϲ. 4684 Ἀχέων: μετοχή ἐϲτιν· ἀντὶ τοῦ δυϲφορῶν ἐπὶ τῷ κεκρύφθαι. Σοφοκλῆϲ· κρυπτᾷ τ᾿ ἀχέων ἐν ἥβᾳ. ἀντὶ τοῦ ἐν ἥβῃ κρυπτῇ λυπούμενοϲ. 4685 Ἄχερδοϲ. Σοφοκλῆϲ· κοίληϲ τ᾿ ἀχέρδου κἀπὸ λαΐνου τάφου. 4686 Ἀχερουϲία ἐϲτὶ λίμνη ἐν ᾅδου, ἣν διαπορθμεύονται οἱ τελευτῶντεϲ, τὸ νόμιϲμα, ὅπερ δανάκη λέγεται, τῷ πορθμεῖ διδόντεϲ. 4687 Ἀχέρων: ποταμὸϲ ἐν ᾅδου μεμυθευμένοϲ· παρὰ τὸ ἄχη ῥεῖν. καὶ Ἀριϲτοφάνηϲ ἐν Βατράχοιϲ ἐκφοβῆϲαι θέλων φηϲίν· Ἀχερόντειόϲ τε ϲκόπελοϲ αἱματοϲταγήϲ. διὰ τὸν Διόνυϲον.