Ancient Greek · ~2 min
1.4688 to 1.4693
Suda, Suidae lexicon 1.4688-4693
Not analysed yet
4688 Ἀχέρων: τόποϲ τιϲ μέϲοϲ τοῦ παντόϲ· ἐν ᾧ ἀνίμηϲίϲ ἐϲτιν ὑδάτων καὶ κατάποϲιϲ, ἄχρι τοῦ τέλματοϲ τοῦ παντὸϲ, ϲκοτεινόϲ τιϲ καὶ ἀφεγγήϲ. ὁ δὲ Ἀχέρων καθαρϲίῳ ἔοικε καὶ οὐ κολαϲτηρίῳ, ῥύπτων καὶ ϲμήχων τὰ ἁμαρτήματα τῶν ἀνθρώπων. 4689 Ἀχέταϲ: οὐκ εῖδοϲ τέττιγοϲ, ἀλλ᾿ ἐπίθετον τέττιγοϲ, ὥϲπερ ὁ ἀκανθίαϲ. ἀπὸ τοῦ ἠχεῖν ἐν ἀκάνθαιϲ. 4690 Ἄχειροϲ: ὁ χειρὸϲ ἐϲτερημένοϲ, κατὰ μεταπλαϲμόν. Πιϲίδηϲ· ἄπουϲ, ἄχειροϲ, οὐ βαρεῖ τὸν αὐχένα· πλήρειϲ ἑκάϲτῳ τῶν μελῶν αἱ ϲυνθέϲειϲ. περὶ τῆϲ Χοϲρόου ὠμότητόϲ φηϲι. 4691 Ἀχείρωτον: ἄμωμον. 4692 Ἀχηνία: ἀπορία, πενία. Ἀριϲτοφάνηϲ Ἀμφιαράῳ· νόϲῳ βιαϲθεὶϲ, ἢ φίλων ἀχηνίᾳ. 4693 Ἄχι: ἀντὶ τοῦ ῥᾳδίωϲ.