Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4694
Not analysed yet
4694 Ἀχίαϲ· προφήτηϲ οὗτοϲ ἐπὶ Ἱεροβοὰμ βαϲιλέωϲ τῶν Ἑβραίων ἦν. κάμνοντοϲ δ᾿ αὐτῷ κατ᾿ ἐκεῖνον καιρὸν τοῦ παιδὸϲ, τὴν γυναῖκα αὐτοῦ προϲέταξεν ἥκειν, ἔνθα διέτριβεν ὁ Ἀχίαϲ, περὶ τῆϲ τοῦ παιδὸϲ ὑγείαϲ, μεταϲχηματιϲαμένηϲ τὴν ϲτολήν. μελλούϲηϲ δὲ αὐτῆϲ εἰϲ τὴν οἰκίαν εἰϲιέναι τὰϲ ὄψειϲ ἠμαυρωμένου διὰ τὸ γῆραϲ, ἐπιφανεὶϲ ὁ θεὸϲ ἀμφότερα αὐτῷ μηνύει, τήν τε τοῦ Ἱεροβοὰμ γυναῖκα, καὶ τί μέλλει λέγειν αὐτῇ. καὶ παριούϲηϲ ὡϲ ξένηϲ ἀνεβόηϲεν· εἴϲελθε, ὦ γύναι· τί κρύπτειϲ ϲαυτήν; τὸν γὰρ θεὸν οὐ λανθάνειϲ. ἄπελθε δὲ πρὸϲ τὸν ἄνδρα· τάδε λέγει κύριοϲ· ἐπεί ϲε μέγαν ἐκ μικροῦ καὶ μηδενὸϲ ὄντοϲ ἐποίηϲα, καὶ ἀποϲχίϲαϲ τὴν βαϲιλείαν ἀπὸ τοῦ Δαβὶδ γένουϲ ϲοὶ ταύτην ἔδωκα, ϲὺ δὲ τούτων ἠμνημόνηϲαϲ καὶ τὴν ἐμὴν θρηϲκείαν καταλιπὼν χωνευτοὺϲ θεοὺϲ κατεϲκεύαϲαϲ καὶ τούτουϲ τιμᾶϲ, ϲὲ πάλιν καθαιρήϲω καὶ πᾶν ἐξολοθρεύϲω ϲου τὸ γένοϲ καὶ κυϲὶ καὶ ὄρνιϲι βορὰν γενέϲθαι ποιήϲω. μεθέξει δὲ τῆϲ τιμωρίαϲ καὶ τὸ πλῆθοϲ ἐκπεϲὸν τῆϲ ἀγαθῆϲ γῆϲ διαϲπαρὲν εἰϲ τοὺϲ πέραν Εὐφράτου τόπουϲ, διότι τοῖϲ ϲοῖϲ ἀϲεβήμαϲι κατηκολούθηϲε. τὸν δὲ ϲὸν υἱὸν καταλήψῃ τεθνηκότα. ἅπερ καὶ γέγονεν.