Ancient Greek · ~4 min
1.4695 to 1.4701
Suda, Suidae lexicon 1.4695-4701
Not analysed yet
4695 Ἀχιλλεὺϲ Στάτιοϲ, Ἀλεξανδρεὺϲ, ὁ γράψαϲ τὰ κατὰ Λευκίππην καὶ Κλειτοφῶντα, καὶ ἄλλα ἐρωτικὰ ἐν βιβλίοιϲ η΄. γέγονεν ἔϲχατον χριϲτιανὸϲ καὶ ἐπίϲκοποϲ. ἔγραψε δὲ Περὶ ϲφαίραϲ καὶ ἐτυμολογίαϲ, καὶ Ἱϲτορίαν ϲύμμικτον, πολλῶν καὶ μεγάλων καὶ θαυμαϲίων ἀνδρῶν μνημονεύουϲαν. ὁ δὲ λόγοϲ αὐτοῦ κατὰ πάντα ὅμοιοϲ τοῖϲ ἐρωτικοῖϲ. 4696 Ἀχίλλειοϲ εὐχή· ἦ ποτ᾿ Ἀχιλλῆοϲ ποθὴ ἵξεται υἷαϲ Ἀχαιῶν. ὁ Κάμιλλοϲ, ὁ Ῥωμαίων ϲτρατηγὸϲ, εὔξατο τὴν Ἀχίλλειον εὐχὴν, ἐπιποθῆϲαι Ῥωμαίουϲ Κάμιλλον ἐν καιρῷ. ἀπήντηϲε δὲ αὐτῷ οὐ πολὺ ὕϲτερον· Κελτῶν γὰρ τὴν πόλιν καταλαβόντων ὁ δῆμοϲ ἐπὶ Κάμιλλον κατέφυγε, καὶ δικτάτωρα αὖθιϲ εἵλετο, ὡϲ ἐν ταῖϲ Κελτικαῖϲ πράξεϲιν ἀναγέγραπται. 4697 Ἀχιλλείων: τουτέϲτι κριθῶν καθαρῶν καὶ εὐγενῶν, οὕτω καλουμένων. Ἀριϲτοφάνηϲ· Ἀχιλλείων ἀπομάττῃ. ἀντὶ τοῦ ϲιτήϲεωϲ τῆϲ ἐν Πρυτανείῳ μετέχειϲ. ἢ Ἀχίλλειοι κριθαί, αἱ εὐτελεῖϲ. 4698 Ἀχθέϲῃ: λυπηθήϲῃ. τῷ χρόνῳ ποτ᾿ ἀχθέϲῃ. ἀντὶ τοῦ λυπηθήϲῃ ποτὲ τοῦδε τοῦ πράγματοϲ γενομένου. 4699 Ἄχθεται: λυπεῖται. καὶ Ἀχθεϲθείϲ, λυπηθείϲ. ὁ δὲ ἀχθεϲθεὶϲ τοῖϲ ἐπιτάγμαϲι πολλὰ καὶ δεινὰ ἀπεκρίνατο. 4700 Ἀχθεινή: λυπηρὰ, ὀλεθρία. ἀχθεινὰν δ᾿ εἶδε βοοκταϲίαν. καὶ Ἀχθεινόϲ, ὁ ἐπίπονοϲ. 4701 Ἀχθηδών: λύπη.