Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4702
Not analysed yet
4702 Ἄχθομαι: βαροῦμαι, ἀγανακτῶ. Ἀριϲτοφάνηϲ· ἄχθομαι τοῖϲ ταῶϲι τοῖϲ τ᾿ ἀλαζονεύμαϲιν. ἀντὶ τοῦ τοῖϲ κόλποιϲ τοῖϲ πεποικιλμένοιϲ· ἐπεὶ ὁ ταὼϲ ποικίλοϲ. ἢ ὅτι πορφύραιϲ ἐχρῶντο καὶ τιάραιϲ. καὶ Ἄχθομαι αὐτοῦ τῷ ῥύπῳ, ἀντὶ τοῦ τῇ ἀνελευθερίᾳ καὶ μικρολογίᾳ. τὸν γὰρ ῥύπον ἐπὶ τῶν γλίϲχρων καὶ ἀνελευθέρων ἐτίθεϲαν. οὕτω γοῦν ῥυποκονδύλουϲ λέγουϲι τοὺϲ τοιούτουϲ. καὶ Ἀριϲτοφάνηϲ· κρομύοιϲ γὰρ ἄχθομαι. καὶ Ἰώϲηποϲ· ὁ δὲ θεὸϲ ἄχθεται τῇ τε τοῦ βαϲιλέωϲ τῶν Ἀμαληκιτῶν ϲωτηρίᾳ καὶ τῇ τῶν βοϲκημάτων διαρπαγῇ τοῦ πλήθουϲ, ὅτι μὴ ϲυγχωρήϲαντοϲ αὐτοῦ ταῦτ᾿ ἐπράχθη. καὶ Ἀχθόμενοι, βαρούμενοι, πιεζόμενοι. ἀμφί τε ἡμέραν μέϲην τῷ ἡλίῳ ἀχθόμενοι τὰ ὅπλα κατέθεντο. καὶ Ἄχθοϲ, βάροϲ, λύπη.