Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.47
Not analysed yet
47 Βάκιϲ: ἐπίθετον Πειϲιϲτράτου. ἦν δὲ χρηϲμολόγοϲ. Φιλητᾶϲ δὲ ὁ Ἐφέϲιόϲ φηϲι τρεῖϲ Βάκιδαϲ· ὁ μὲν ἐξ Ἐλεῶνοϲ τῆϲ Βοιωτίαι, ὁ δὲ Ἀθηναῖοϲ, ὁ δὲ Ἀρκὰϲ ἐκ πόλεωϲ Καφύηϲ, ὃϲ καὶ Κύδαϲ ἐκαλεῖτο καὶ Ἀλήτηϲ. Θεόπομποϲ δὲ ἐν τῇ θ΄ τῶν Φιλιππικῶν ἄλλα τε πολλὰ περὶ τούτου τοῦ Βάκιδοϲ ἱϲτορεῖ παράδοξα, καὶ ὅτι ποτὲ τῶν Λακεδαιμονίων τὰϲ γυναῖκαϲ μανείϲαϲ ἐκάθηρεν, Ἀπόλλωνοϲ τούτοιϲ τοῦτον καθαρτὴν δόντοϲ.