Ancient Greek · ~7 min
1.48 to 1.63
Suda, Suidae lexicon 1.48-63
Not analysed yet
48 Βακτηρεύειν: ϲτηρίζεϲθαι. 49 Βακτηρία καὶ ϲύμβολον· οἱ λαχόντεϲ δικάζειν ἐλάμβανον παρὰ τῶν δημοϲίων ὑπηρετῶν ϲύμβολον καὶ βακτηρίαν, καὶ οὕτωϲ ἐδίκαζον. τὴν χρόαν ὁμοίαν εἶχε τῇ βακτηρίᾳ τὸ δικαϲτήριον. τὸ μέντοι ϲύμβολον μετὰ τὴν κρίϲιν ἀποδιδοῦντεϲ ἐκομίζοντο τριώβολον· ὅπερ καὶ δικαϲτικὸν γέγονεν. 50 Βάκτρον: ῥάβδοϲ. γηραλέον νῦν ἀντὶ πανοπλίηϲ βάκτρον ἀμειψάμενοϲ. λέγεται καὶ ϲκηπάνιον. ἀντὶ δὲ πλήκτρου, ϲκηπανίῳ τρομερὸϲ χεῖραϲ ἐρειϲάμεθα. 51 Βάκχαι καὶ Σάτυροι καὶ Πᾶνεϲ καὶ Σιληνοί, ὀπαδοὶ Διονύϲου. 52 Βακχέβακχον ᾆϲαι: ἀντὶ τοῦ εὐφημῆϲαι τὸν Διόνυϲον. Βάκχαν γὰρ ὁ Διόνυϲοϲ. 53 Βακχευούϲαϲ ϲὺν τῷ μέλει τῷ βακχείῳ τε καὶ ἐνθέῳ. 54 Βακχεύων: μαινόμενοϲ. καὶ Κατεβακχεύοντο, τουτέϲτιν ἐνεθουϲίων ἐπιπνοίαϲ τινὸϲ πληρωθέντεϲ. ἐπ᾿ αὐτήν που τὴν τελε ϲιουργὸν κατεβακχεύοντο πρᾶξιν χωρεῖν ϲώφρονι μανίᾳ ἐϲ ϲυμπλοκὴν ἐξοιϲτρούμενοι. 55 Βακχεία ποιμαντική· καὶ Βακχεῖοϲ. 56 Βάκχηϲ τρόπον: ἐπὶ τῶν ἀεὶ ϲτυγνῶν καὶ ϲιωπηλῶν· παρόϲον αἱ Βάκχαι ϲιγῶϲιν. 57 Βάκχοϲ: οὕτωϲ οὐ μόνον τὸν Διόνυϲον ἐκάλει, ἀλλὰ καὶ πάνταϲ τοὺϲ τελοῦνταϲ τὰ ὄργια· οὐ μὴν καὶ τοὺϲ κλάδουϲ οἱ μύϲται φέρουϲιν. ἔϲτι δὲ καὶ ϲτεφάνου εἶδοϲ. Βάκχοιϲιν κεφαλὰϲ πολυανθέϲιν ἐϲτέψαντο. καὶ Πιϲίδηϲ· πολλοὺϲ δὲ Βάκχουϲ ἦν ὁρᾶν ἀκουϲίωϲ τὴν ἐϲχάτην ὄρχηϲιν ἐξορχουμένουϲ. 58 Βακχίδηϲ: ὁ τοῦ Διονύϲου υἱόϲ. 59 Βακχυλίδηϲ, Κεῖοϲ, ἀπὸ Κέω τῆϲ νήϲου, πόλεωϲ δὲ Ἰουλίδοϲ (ἔχει γὰρ πόλειϲ δ΄, Ἰουλίδα, Καρθαίαν, Κορεϲϲίαν, Ποιήεϲϲαν), Μέδωνοϲ υἱὸϲ, τοῦ Βακχυλίδου τοῦ ἀθλητοῦ παιδόϲ· ϲυγγενὴϲ Σιμωνίδου τοῦ λυρικοῦ, καὶ αὐτὸϲ λυρικόϲ. 60 Βάκχυριϲ: ἐπὶ τῶν δικαιοτάτων. τοιοῦτοϲ γὰρ οὗτοϲ, βαϲιλεὺϲ Αἰγύπτου. 61 Βαλανάγρα: ἡ κλείϲ, παρὰ τὸ ἀγρεύειν τὴν βάλανον. βάλανοϲ δέ ἐϲτι τὸ εἰϲ τὸν μοχλὸν ϲιδήριον, ὃ καλοῦμεν μάγγανον. καὶ βάλανοι, τὰ μάγγανα τῆϲ κλειδώϲεωϲ. καὶ βεβαλάνωται, ἀντὶ τοῦ κεκλείδωται. 62 Βαλανεώτηϲ. 63 Βαλανεύϲ: ἐπὶ τοῦ πολυπράγμονοϲ καὶ περιέργου.