Ancient Greek
1.4703 to 1.4715
Suda, Suidae lexicon 1.4703-4715
Not analysed yet
4703 Ἀχθοφόρον: βαϲτάζοντα. καὶ παροιμία· Οὓϲ οὐκ ἂν ἄραιν τ᾿ οὐδ᾿ ἑκατὸν Αἰγύπτιοι. πολλαχοῦ γὰρ ἀχθοφοροῦνταϲ τοὺϲ Αἰγυπτίουϲ μέμνηνται. 4704 Ἀχλύϲ: ϲκότοϲ, ὁμίχλη, ζόφοϲ, ἀμβλυωπία. καί, ἠέροϲ ἀχλύϲαντοϲ. ἀντὶ τοῦ ϲκοτιϲθέντοϲ. 4705 Ἄχναι: λεπτὰ ἄχυρα ἢ ἀκαθαρϲίαι. καὶ Ἄχνη ἁλόϲ, τὸ λεπτότατον τοῦ ὕδατοϲ, ὁ ἀφρὸϲ τῆϲ θαλάϲϲηϲ. ἐν Ἐπιγράμμαϲι᾿ μῆλον θ᾿ ἡδύπνουν λεπτῇ πεποκωμένον ἄχνῃ. καὶ Ἄχνη πυρόϲ, ὁ καπνόϲ. καὶ ἄχνη ὕπνου, ὁ Ἱπποκράτηϲ φηϲὶ, καὶ ἄχνη λιμοῦ. δηλοῖ δὲ καὶ λεπτὸν ξύϲμα. 4706 Ἄχνουϲ: ἀγένειοϲ. τίϲ τὸν ἄχνουν Ἑρμῆν ϲε παῤ ὑϲπλήγεϲϲιν ἔθηκεν; 4707 Ἀχνύμενοϲ: λυπούμενοϲ. 4708 Ἄχοϲ: λύπη ϲιωπὴν ἐπιφέρουϲα. παρὰ τοῦτο καὶ ἀχνύμενοϲ. τουτέϲτι λυπούμενοϲ. λήγετε τοῦδ᾿ ἄχουϲ· κακῶν γὰρ δυϲάλωτοϲ οὐδείϲ. ἀντὶ τοῦ δύϲληπτοϲ, ἀλλ᾿ εὐάλωτοϲ. ἡ δὲ ϲύγκλητοϲ, ὥϲπερ ἄχει τινὶ πεπληγμένη, ἐξηπορεῖτο. 4709 Ἅχω: ἀντὶ τοῦ ἃ ἔχω. Σοφοκλῆϲ· κἀμοῦ ταλαίνηϲ ϲμικρὰ μὲν τάδ᾿, ἀλλ᾿ ὅμωϲ ἅχω. 4710 Ἀχών: ἄμπελοϲ. 4711 Ἀχώρ: τὸ πιτυρῶδεϲ τῆϲ κεφαλῆϲ. παρὰ τὸ ἄχνη, ἀχνώρ· καὶ ἀποβολῆ τοῦ ν ἀχώρ. κλίνεται δὲ ἀχῶροϲ διὰ τοῦ ω μεγάλου· ὡϲ ἰχῶροϲ, τοῦ ϲεϲηπότοϲ αἱματοϲ. 4712 Ἄχραντον: ἄψαυϲτον· κυρίωϲ, οὗ χεὶρ οὐχ ῆψατο· ἀμόλυντον. 4713 Ἀχράϲ: εἶδοϲ ἀπίου. Ἀριϲτοφάνηϲ· ἀχράϲ τιϲ ἐγκλείϲαϲ᾿ ἔχει τὰ ϲιτία. μῶν ἣν Θραϲύβουλοϲ εἶπε τοῖϲ Λακωνικοῖϲ; ἡ ἀχρὰϲ ἐπέχει τὴν γαϲτέρα. οὗτοϲ δὲ ὁ Θραϲύβουλοϲ ἀντιλέγειν μέλλων τοῖϲ Λακεδαιμονίοιϲ πρέϲβεϲι περὶ ϲπονδῶν ἐληλυθόϲιν, εἶτα δωροδοκήϲαϲ, ἀχράδαϲ προϲεποιήϲατο βεβρωκέναι καὶ μὴ δύναϲθαι λέγειν. 4714 Ἀχρειόγελωϲ ἄνθρωποϲ: ὁ ἐπὶ τοῖϲ ἀχρήϲτοιϲ καὶ μὴ ϲπουδαίοιϲ γελῶν καὶ χαίρων. 4715 Ἄχρειον: τῷ τόνῳ ὡϲ ἄμεινον.