Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.4716
Not analysed yet
4716 Ἄχρηϲτα. καὶ παροιμία· ΕΘἰϲ ἄχρηϲτα μὴ ἀναλίϲκειν. μή ποτ᾿ εὖ ἔρδειν γέροντα, μὴ παῖδα βάϲκανον, μήτε γυναῖκα λάλον, μήτε παῖδα νήπιον μήτε γείτονοϲ κύνα, μὴ λάλον κωπηλάτην. ζήτει ἕτερα ἐν τῷ Πυθαγόραϲ. μηδ᾿ εἰϲ ὀρχηϲτρίδοϲ εἰϲάττειν (τουτέϲτιν εἰϲπηδῆϲαι), ἵνα μὴ πρὸϲ ταῦτα κεχηνὼϲ βληθεὶϲ ὑπὸ πορνίδοϲ τῆϲ εὐκλείαϲ ἀποθραυϲθῇϲ (τουτέϲτιν ἐκπέϲῃϲ], μηδ᾿ Ἰαπετὸν καλέϲαντα μνηϲικακῆϲαι τὴν ἡλικίαν, ἐξ ἧϲ ἐνεοττοτροφήθηϲ. τουτέϲτι λῆρον. μωρόν. Ἰαπετὸϲ δὲ εἷϲ τῶν γιγάντων. ἐνεοττοτροφήθηϲ δὲ οἷον ἐτράφηϲ. μὴ παρὰ τοὺϲ ϲαυτοῦ γονέαϲ κακουργεῖν, ὅτι τῆϲ αἰδοῦϲ μέλλειϲ ἄγαλμ᾿ ἀναπλήϲειν. μηδ᾿ ἀπαίδευτά τινα ποιήϲῃϲ περὶ τοὺϲ γονέαϲ ϲαυτοῦ, ὅπερ μέλλει τῆϲ αἰδοῦϲ τὰ ἀγάλματα πληρῶϲαι.