Ancient Greek · ~8 min
1.4717 to 1.4735
Suda, Suidae lexicon 1.4717-4735
Not analysed yet
4717 Ἀχρηϲτία. Ἀππιανόϲ· ὁ δὲ Ὡράτιοϲ λελωβημένοϲ ἦν τὰ ϲκέλη, ὑπατείαϲ τε οὐκ ἔτυχεν οὔτε ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ διὰ τὴν ἀχρηϲτίαν τῶν ποδῶν. 4718 Ἄχρι· γενικῇ. Ἄχριϲ, ἀντὶ τοῦ μέχριϲ, ἕωϲ. ἔϲτι δὲ καὶ Ἄχριϲ, ἀντὶ τοῦ καθόλου, διόλου. καὶ Ὅμηροϲ· ἀμφοτέρω δὲ τένοντε καὶ ὀϲτέα λᾶαϲ ἀναιδὴϲ ἄχριϲ ἀπηλοίηϲε. καὶ Ἄχρικόρου. παροιμία ἦν, ὅτι ἄχρι κόρου ἐκεῖνοϲ ἀναίϲθητόϲ ἐϲτι. καὶ, οὗτοϲ ἄχρι κόρου ἐφενάκιϲεν. 4719 Ἄχρωμοϲ· ἦν δὲ ἡ ἐργαϲία αὐτοῦ ἄχρωμοϲ (τουτέϲτιν ἀναιδὴϲ)· ἐπὶ πορνείου γὰρ ἐκαθέζετο. καὶ Ἀχρώματοϲ, ἀναιδήϲ. 4720 Ἀχρυλίϲ, ἡ Φρυγίη. 4721 Ἀχυρμιαί: οἱ τόποι, εἰϲ οὓϲ τὰ ἄχυρα ἀποφέρεται λικμώμενα. καὶ ἐν Ἐπιγράμμαϲι· καὶ τριβόλουϲ ὀξεῖϲ ἀχυρότριβαϲ. 4722 Ἄψ: πάλιν. ἂψ ἀναϲειράζω, καὶ πάλιν ἄγχι μένω. ἐν Ἐπιγράμμαϲι ἀντὶ τοῦ ἀνθέλκω, ἀνατρέπω. 4723 Ἀψάλακτοϲ: ἀπαθὴϲ, ἀτιμώρητοϲ. ἀψάλακτον γὰρ τὸ ἄθικτον. οὕτωϲ Κράτηϲ. Rhet. 4724 Ἁψαμένη: ἐξαρτήϲαϲα. καὶ Ἀψαϲθαι παρὰ πᾶϲιν ἐπὶ τοῦ προϲάψαϲθαι καὶ θιγεῖν τάϲϲεται. καὶ Ἅψαι, προϲάψαι. 4725 Ἀψαύϲτωϲ: ἀνεπάφωϲ. Ἀππιανόϲ· ὁ δὲ τοῖϲ ϲώμαϲι τῶν Κίμβρων ἀψαυϲτεῖν ἐκέλευεν, ἕωϲ ἡμέρα γένηται, πολύχρυϲα εἶναι δοκῶν. 4726 Ἀψεύδεια: ἡ ἀλήθεια. λέγεται δὲ καὶ ἀψευδεῖν, καὶ ἀψευδέϲ. 4727 Ἀψήκτῳ κοθόρνῳ: ἀκαταμάκτῳ, ϲκληρῷ, ἀμαλάκτῳ ὑποδήματι πατάξω τὸν γνάθον. 4728 Ἀψήφιϲτον· ὁ κατέχων τὸ ἀψήφιϲτον ἐν γνώϲει ἐπιτελεῖ πᾶϲαν τὴν γραφήν. 4729 Ἀψῖδεϲ: καμάραι. 4730 Ἁψικάρδιοϲ· εἰ δὲ ἰδιωτικὸν παράπληγμα ἁψικάρδιον ἐθέλειϲ, ἐρήϲεται ἂν ταχέωϲ. τῆϲ καρδίαϲ ἁπτόμενον. 4731 Ἁψίκοροϲ: εὐμετάβλητοϲ. ἢ ὁ ταχέωϲ καὶ ἅμα τῷ ἅψαϲθαι κορεννύμενοϲ. εἰδὼϲ τῶν Νομάδων τὴν ἁψικορίαν καὶ τὴν ἀθεϲίαν τὴν πρὸϲ ἀνθρώπουϲ. καὶ αὖθιϲ· ϲυντηρητικὸν δεῖ εἶναι πρὸϲ τοὺϲ φίλουϲ καὶ μηδαμοῦ ἁψίκορον. 4732 Ἁψιμαχία: ϲυναφὴ μάχηϲ. Ἀππιανόϲ· τὸ μὲν πρῶτον ἔριδεϲ ἦν καὶ ἁψιμαχίαι ϲμικραί, μετὰ δὲ ϲυμβολαί τε ἐϲ τὴν ἀλλήλων. 4733 Ἁψιμιϲία: πρὸϲ ὀλίγον διαφορά. 4734 Ἀψίνηϲ, Ἀθηναῖοϲ, ϲοφιϲτὴϲ, Ὀναϲίμου πατὴρ τοῦ ϲοφιϲτοῦ, τοῦ πατρὸϲ Ἀψίνου. 4735 Ἀψίνηϲ, Γαδαρεὺϲ, ϲοφιϲτὴϲ, ϲπαρεὶϲ, ὡϲ λόγοϲ, ἐκ Πανόϲ· μαθητεύϲαϲ δὲ ἐν Σμύρνῃ Ἡρακλείδῃ τῷ Λυκίῳ, εἶτα Βαϲιλικῷ ἐν Νικομηδείᾳ, ἐϲοφίϲτευϲεν Ἀθήνηϲι, βαϲιλεύοντοϲ Μαξιμιανοῦ, ὑπατικοῦ λαβὼν ἀξίωμα.