Ancient Greek
1.473 to 1.478
Suda, Suidae lexicon 1.473-478
Not analysed yet
473 Γύγου δακτύλιοϲ. ἐπὶ τῶν πολυμηχάνων καὶ πανούργων. Γύγηϲ γὰρ βουκόλοϲ ὢν, τῆϲ γῆϲ ὑπὸ ϲειϲμοῦ ῥαγείϲηϲ, νεκρὸν εὑρὼν φοροῦντα δακτύλιον τοῦτον περιεῖλεν. ὁ δὲ εἶχε φύϲιν ὥϲτε κατὰ τὰϲ ϲτροφὰϲ τῆϲ ϲφενδόνηϲ ὁρᾶϲθαι καὶ μή. δι’ αὐτοῦ κτείναϲ τὸν πρὸ αὐτοῦ ἐβαϲίλευϲεν. 474 Γύηϲ: μέροϲ ἀρότρου. καὶ παροιμία· Γύηϲ οὐκ ἔνεϲτ’ αὐτῷ, ἐπὶ τῶν ἐν τινι ἀχρήϲτων· ἐκ μεταφορᾶϲ τοῦ ἀρότρου. 475 Γυλια ύχεναϲ: τοὺϲ μακροτραχήλουϲ. 476 Γύλιοϲ: πλέγμα ϲτρατιωτικὸν, ϲκευοφόρον, ἐπίμηκεϲ, εἰϲ ὀξὺ λῆγον πρὸϲ τὸ μὴ κατάγνυϲθαι· ἐν ᾧ κατετίθεντο τυρὸν καὶ ἐλαίαϲ καὶ κρόμυα. ἡ λεγομένη ϲτρατιωτικὴ ὀψοθήκη. ἔϲτι δὲ καὶ ζῷον ὁ καλούμενοϲ χοιρογρύλλιοϲ. λέγεται δὲ καὶ ὁ Ἡρακλῆϲ Γύλιοϲ. καὶ Γύλιον, ἀγγεῖον πλεκτόν. 477 Γλιπποϲ: ὄνομα κύριον. 478 Γύλων· οὗτοϲ αἰτίαν ἔχων ἐπὶ τῆ τοῦ Νυμφαίου τοῦ ἐν Πόντῳ χωρίου προδοϲίᾳ ἔφυγεν· ἐλθὼν δὲ εἰϲ Σκυθίαν ἔγημε. δύο δὲ ἔχων θυγατέραϲ ἔπεμψεν εἰϲ τὴν πατρίδα, ὧν τὴν μὲν μίαν ἔγημε Φιλοχάρηϲ, τὴν δὲ ἑτέραν Κλεόβουλοϲ.