Ancient Greek · ~7 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.479-2
Not analysed yet
479 Γυμναϲία: ἡ τριβή. ὅτι ἡ διαλεκτικὴ πρὸϲ τρία ἐϲτὶ χρήϲιμοϲ· πρὸϲ γυμναϲίαν, πρὸϲ τὰϲ ἐντεύξειϲ, πρὸϲ τὰϲ κατὰ φιλοϲοφίαν ἐπιϲτήμαϲ. γυμναϲίαν δὲ λέγει ἤτοι τὴν γινομένην ἐν τῷ διαλέγεϲθαι πρόϲ τιναϲ· δεχόμενοι γάρ τινα προβλήματα παρὰ τῶν προϲδιαλεγομένων πειρῶνται τούτοιϲ ϲυμπαρίϲταϲθαι, δι’ ἐνδόξων τὰϲ ἐπιχειρήϲειϲ ποιούμενοι. ἢ γυμναϲίαν λέγοι ἂν τὴν εἰϲ ἑκάτερον μέροϲ ἐπιχείρηϲιν. ἦν δὲ ϲύνηθεϲ τὸ τοιοῦτον εἶδοϲ τῶν λόγων τοῖϲ ἀρχαίοιϲ, καὶ τὰϲ ϲυνουϲίαϲ τὰϲ πλείϲταϲ τοῦτον ἐποιοῦντο τὸν τρόπον, οὐκ ἐπὶ βιβλίων ὥϲπερ νῦν (οὐ γὰρ ἦν τότε τοιαῦτα βιβλία), ἀλλὰ θέϲεώϲ τινοϲ τεθείϲηϲ εἰϲ ταύτην γυμνάζοντεϲ αὐτῶν τὸ πρὸϲ τὰϲ ἐπιχειρήϲειϲ εὑρετικὸν ἐπεχείρουν, καταϲκευάζοντεϲ καὶ ἀναϲκευάζοντεϲ δι’ ἐνδόξων τὸ κείμενον. καὶ ἔϲτι βιβλία τοιαῦτα Ἀριϲτοτέλει τε καὶ Θεοφράϲτῳ γεγραμμένα ἔχοντα τὴν εἰϲ τὰ ἀντικείμενα δι’ ἐνδόξων ἐπιχείρηϲιν. πρὸϲ δὴ τὴν τοιαύτην γυμναϲίαν χρήϲιμον εἶναί φηϲι τὴν διαλεκτικήν· μέθοδον γὰρ τινα εὑρετικὴν τῶν ἐπιχειρημάτων ἔχοντεϲ (αὕτη δέ ἐϲτιν ἡ τῶν τόπων γνῶϲιϲ) ῥᾷον ἐπιχειρεῖν δυνηϲόμεθα. ὡϲ γὰρ ἐν τοῖϲ ῥητορικοῖϲ γυμνάϲμαϲιν οἱ διαιρεῖν δυνάμενοι τὰ προβλήματα καὶ. τὴν τάξιν τῶν κεφαλαίων ϲυνορῶντεϲ ῥᾷον ἐπιχειροῦϲιν, οὕτω καὶ ἐν τοῖϲ διαλεκτικοῖϲ οἱ τὴν μέθοδον εἰδότεϲ ῥᾷον ἐπιχειρημάτων εὐποροῦϲι πρὸϲ τὰ προκείμενα. χρήϲιμοϲ δὲ ἡ τοιαύτη γυμναϲία, ἡ κατὰ τοὺϲ λόγουϲ, πρὸϲ εὕρεϲιν τῶν ζητουμένων τε καὶ ἀληθῶν· προπαραϲκευάζει γὰρ τὴν ψυχὴν πρὸϲ φιλοϲοφίαν. ὡϲ γὰρ τὰ τοῦ ϲώματοϲ γυμνάϲια γινόμενα κατὰ τέχνην εὐεξίαν περιποιεῖ τῷ ϲώματι, οὕτω καὶ τὰ τῆϲ ψυχῆϲ ἐν λόγοιϲ γυμνάϲια κατὰ μέθοδον γινόμενα τὴν οἰκείαν εὐεξίαν τῆϲ ψυχῆϲ περιποιεῖ· οἰκεία δὲ εὐεξία ψυχῆϲ. λογικῆϲ ἡ δύναμιϲ, καθ’ ἣν εὐεξίαν εὑρετική τε τοῦ ἀληθοῦϲ καὶ. κριτικὴ γίνεται. δεύτερον τρόπον τῆϲ ὠφελείαϲ ἐκτίθεται πρὸϲ τὰϲ ἐντεύξειϲ. ζήτει ἐν τῷ ε ϲτοιχείῳ περὶ ἐντεύξεωϲ.