Ancient Greek · ~2 min
1.479 to 1.484
Suda, Suidae lexicon 1.479-484
Not analysed yet
479 Ἀδιαίτητοϲ: ἀλλότριοϲ, ἀήθηϲ. 480 Ἀδιεξίτητον: ἀδιεξέλευϲτον. 481 Ἀδιή: λύπη. 482 Ἀδιήγητον: τὸ μὴ δυνάμενον δι᾿ ὑπερβολὴν κακοῦ διηγηθῆναι. ὥϲτ᾿ ἀδιήγητον κακὸν γενέϲθαι. 483 Ἀδικεῖν. ἀἰτιατικῇ. τὸ βλάπτειν ἑκόντα. τὸ δὲ μὴ ἀδικεῖϲθαι θεὸν, ἔνδοξον καὶ ἐναργέϲ· ὑπ᾿ οὐδενὸϲ γὰρ θεὸϲ ἀδικηθήϲεται. 484 Ἀδικία: παρὰ τῷ ἀποϲτόλῳ ἡ τῶν εἰδώλων ἀπάτη. ἐκεῖνοι οὖν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατέχουϲιν, ὅϲοι τὸ ϲέβαϲ τοῦ θεοῦ παραπέμπουϲιν εἰδώλοιϲ. τὸ δὲ κατεχόντων, ἀντὶ τοῦ φυλαττόντων.