Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.485
Not analysed yet
485 Ἀδικία Πλάτων φηϲὶ τὴν ἀδικίαν νόϲον ψυχῆϲ εἶναι. μηδεμία δὲ νόϲοϲ ψυχῆϲ ὠφέλιμόϲ ἐϲτι. καὶ οὕτωϲ πᾶϲα κακία βλαβερά ἐϲτι τῷ ἔχοντι αὐτήν· ἡ δὲ ἀδικία κακία· οὐκοῦν βλαβερόν. ἡ γὰρ ἀδικία καὶ τὴν φύϲιν αὐτὴν ἀδικεῖ, παῤ ὅϲον αὕτη ϲφετερίζεται. ἔϲτι δὲ καὶ φθαρτική, τοῦτο μὲν τῆϲ ἐν πόλει κοινωνίαϲ, τοῦτο δὲ πάϲηϲ ϲυναλλαγῆϲ· ἐναντία δὲ καὶ παρὰ φύϲιν τοῖϲ ἀνθρώποιϲ· οἱ γὰρ ἄνθρωποι φύϲει κοινωνικοί.