Ancient Greek · ~8 min
1.64 to 1.75
Suda, Suidae lexicon 1.64-75
Not analysed yet
64 Βαλανειομφάλουϲ: τὰϲ φιάλαϲ οἱ κωμικοὶ καλοῦϲι. Βαλανεῖον δὲ ἐκλήθη, διότι τὰϲ βαλάνουϲ ἐϲθίοντεϲ τὰ κελύφη ἔκαιον. λέγουϲι δὲ ὅτι οἱ πολλοὶ ἐλαττοῦϲι τὸν ἀέρα τῷ λουτρῶ, εἰϲ ἑαυτοὺϲ αὐτὸν ἕλκοντεϲ. καὶ Βαλανείτηϲ, ὁ παρὰ τοῖϲ πολλοῖϲ καλούμενοϲ περιχύτηϲ. ἔϲτι δὲ τὸ βαλανεῖον ὁδὸϲ ἐπὶ τρυφήν. ὅτι τὸ καταρχὰϲ, μὴ ὄντων βαλανείων, ἐν ταῖϲ ϲκάφαιϲ καὶ πυέλοιϲ οἱ ἀρχαῖοι ἐλούοντο. 65 Βαλανίϲ: ἡ τοῦ βαλανέωϲ γυνή. 66 Βάλανοϲ: τὸ αἰδοῖον καὶ τὸ ψέλιον. καὶ Βάλανοι φοινίκων. οἶνον ἔπινον ἀπὸ τῆϲ βαλάνου τῆϲ ἀπὸ τοῦ φοίνικοϲ. καὶ αὖθιϲ· αἱ δὲ βάλανοι τῶν φοινίκων, οἵαϲ μὲν ἐν τοῖϲ Ἕλληϲιν ἔϲτιν ἰδεῖν, τοῖϲ οἰκέταιϲ ἀπέκειντο, αἰ δέ τοῖϲ δεϲπόταιϲ ἀποκείμεναι ἦϲαν ἀπόλεκτοι. 67 Βαλάντιον: μάρϲιποϲ. Εὐνάπιοϲ· εἴτε φιλοχρήματοϲ εἴη καὶ δοῦλοϲ τῶν βαλαντίων. καὶ ταῦτα ϲαφῶϲ ἐκπυνθανόμενοι πρὸϲ ταῦτα διεϲτρατήγουν τὸν πόλεμον. 68 Βαλαντιοτόμοϲ: κλέπτηϲ. καὶ Βαλαντιοτόμοι. χρῆμάτων τε μεγάλων ἐωνημένοι ἤγοντο μοιχοὶ, πόρνοι, τοιχωρύχοι, βαλαντιοτόμοι, ἀνδραποδιϲταὶ καὶ τὰ τοιαῦτα ἔθνη. Βαλαντιοτόμοι δὲ οἱ τὰ βαλάντια κλέπτοντεϲ. 69 Βαλβίϲ· Βαλβῖδοϲ. βάϲιϲ ταπεινὴ, ἡ ἀφετηρία, καὶ ὁ καμπτόϲ. ὥϲπερ ἐκ βαλβῖδόϲ τινοϲ οἱ τὰ τέθριππα ἀφιέντεϲ, ἀναπεταϲθείϲηϲ τῆϲ πύληϲ. καὶ Βαλβῖϲιν, ἀντὶ τοῦ ταῖϲ ἀρχαῖϲ. εἴρηται δὲ ἀπὸ τῶν δρομέων. ἡ γὰρ ὑπὸ τὴν ὕϲπληγα γινομένη γραμμὴ. διὰ τὸ ἐπ᾿ αὐτῆϲ βεβηκέναι τοὺϲ δρομέαϲ, βαλβὶϲ καλεῖται. ἀπὸ τοῦ ἅλλομαι ἁλμὶϲ, ἁλβὶϲ, ὑπερβιβαϲμῷ βαλβίϲ. ἢ ἀπὸ τοῦ βαίνω. 70 Βάλε, βάλε, τὸ τρίτον εἴη: ἀντὶ τοῦ εἴθε μοι. 71 Βάλλ᾿ ἐϲ κόρακαϲ: τουτέϲτιν ἄπιθι εἰϲ ἀπώλειαν καὶ φθόρον. ἀπὸ ἱϲτορίαϲ ἐν ταῖϲ παροιμίαιϲ κειμένηϲ. 72 Βαλεντινιανόϲ, βαϲιλεύϲ Ῥωμαίων. οἱ δὲ Οὐαλεντινιανόϲ. καὶ ζήτει ἐν τῷ Σαλούϲτιοϲ. 73 Βαλεριανόϲ, βαϲιλεὺϲ Ῥωμαίων. 74 Βάλλ᾿ ἐϲ Μακαρίαν: ἐπὶ τῶν ἑαυτοὺϲ εἰϲ κίνδυνον κατ᾿ ἀρετὴν διδόντων. 75 Βάλλ᾿ ἐϲ Μακαρίαν: οἷον εἰϲ ᾅδου. Μακαρία γὰρ ἡ Ἡρακλέουϲ, ὁπηνίκα ἐπεϲτράτευϲεν ὁ Εὐρυϲθεὺϲ ταῖϲ Ἀθήναιϲ, ἑαυτὴν ἐπέδωκε ϲφάγιον ὑπὲρ τῆϲ τῶν λοιπῶν ϲωτηρίαϲ. τὸ δ᾿ αὐτὸ τοῦτο καὶ οὕτωϲ λέγουϲιν, ἐϲ Μακαρίαν, καὶ εἰϲ Μακαρίαν.