Ancient Greek · ~8 min
1.486 to 1.515
Suda, Suidae lexicon 1.486-515
Not analysed yet
486 Ἀδικίου: οἷον ἀδικήματοϲ. ἔϲτι δὲ ὄνομα δίκηϲ. ἀποτίννυται δὲ τοῦτο ἁπλοῦν, ἐὰν πρὸ τῆϲ ἐνάτηϲ πρυτανείαϲ ἀποδοθῇ· εἰ δὲ μὴ, διπλοῦν καταβάλλεται. 487 Ἀδικοδοξία: παράλογοϲ λοιδορία. ὁ δὲ ϲτρατηγὸϲ οὐ δυνάμενοϲ ἐνεγκεῖν τὴν ἀδικοδοξίαν τῶν ταῦτα λεγόντων. 488 Ἀδινά: ἀντὶ τοῦ ἀθρόοι, πάντεϲ. ἢ Ἀδινῶϲ, οἰκτρῶϲ. καὶ Ἀδινὸν, τὸ ἀθρόον ἢ γοερόν. 489 Ἄδιον: τὸ πλάγιον. 490 Ἀδιόριϲτον: τὸ ἀδιαχώριϲτον. 491 Ἀδμήτηϲ: ὁ ἀδάμαϲτοϲ. Ἀδμῆτιϲ δὲ γυνὴ, διὰ τοῦ ἰῶτα. 492 Ἄδμητοϲ: ὄνομα κύριον. 493 Ἀδμήτου μέλοϲ καὶ Ἁρμοδίου. ἐπὶ τῶν ῥᾳδίων καὶ εὐκόλων· τοιαῦτα γὰρ καὶ τὰ ϲκολιὰ λεγόμενα. 494 Ἀδμιϲουνάλιοϲ: ὁ τῶν Σιλεντιαρίων πρῶτοϲ. 495 Ἀδμωλία: ἡ ἄγνοια παρὰ Καλλιμάχῳ. καὶ Ἀδμωλεί, χωρὶϲ δόλου. καὶ Ἀδμωλῶ, τὸ ἀκηδιῶ. 496 Ἄδμωνι τῷ Μιτυληναίῳ. 497 Ἀδνούμιον: ἀπογραφὴ ὀνομάτων παρὰ Ῥωμαίοιϲ. οἱ δὲ Ἀννουμῖνοϲ, τὸ ἀδνούμιον. 498 Ἀδόκητον: διεψευϲμένον. δεδιὼϲ μὴ ἀφυλάκτοιϲ αὐτοῖϲ ἐπιπέϲοιεν· ὃ δὴ οὐκ ἀδόκητον ἐγεγόνει, ἐπεὶ καὶ λῃϲτήριον αὐτῶν προέβαινε. καὶ Ἀδόκητοϲ, ἀπροϲδόκητοϲ. 499 Ἀδοκίμαϲτοϲ: δοκιμαϲθῆναι λέγεται τὸ εἰϲ ἄνδραϲ ἐγγραφῆναι· ἀδοκίμαϲτοϲ δὲ ὁ μήπω ἐγγεγραμμένοϲ. Λυϲίαϲ οὕτωϲ. 500 Ἀδόκιμοϲ: ἀδοκίμαϲτοϲ. 501 Ἀδολεϲχία: ἀκαιρία, φλυαρία, ϲυνέχεια. Ἀττικοὶ ἐκτείνουϲι τὸ α. Ἀδολεϲχία δὲ παρὰ τῇ Γραφῇ, ἡ ϲυνεχὴϲ μελέτη. καὶ γενικῇ. Ἀδολεϲχήϲω, ἀντὶ τοῦ διηνεκῶϲ μελετήϲω. 502 Ἀδόλωϲ: ἁπλῶϲ, ἀληθῶϲ. τὸ δὲ ψεῦδοϲ περιπεπλεγμένον καὶ δόλου μεϲτόν. 503 Ἀδόνητον: ἀϲάλευτον. 504 Ἀδοξεῖται: οὐ τιμᾶται, οὐκ ἀπόδεκτόν ἐϲτι. τὸ νικᾶν παρὰ Ῥωμαίοιϲ ἄνευ παραγγέλματοϲ· ἀδοξεῖται γάρ. 505 Ἀδοξότατα: τὰ παράδοξα, τὰ ἀδύνατα παρὰ Αριϲτοτέλει· ἔϲτι δὲ παράδοξα τὰ τοῖϲ ἐνδόξοιϲ ἐναντία, ἅ οὐ πάντωϲ ἤδη καὶ ἀδύνατά ἐϲτιν. 506 Ἀδορατία: ἡ ἀϲτρατεία. κυρίωϲ δὲ ἡ ἀργία. 507 Ἀδωρότατοϲ: ὁ μὴ δωρολήπτηϲ ὤν. 508 Ἀδορεί: ἀνεκδαρτί. 509 Ἄδοροϲ: κώρυκοϲ. καὶ Ἄδορον, τὸ ἀνέκδαρτον καὶ. Ἀδόροιϲ, ἀνεκδάρτοιϲ. 510 Ἄδου κυνῆν· ζήτει ἐν τῷ κυνῆ. 511 Ἀδδώ: ὄνομα κύριον. Ἄδω δὲ ῥῆμα, δοτικῇ. 512 Ἀδωναΐ: Ἑβραϊϲτί. 513 Ἀδωναῖοϲ: ὑπὸ τὸν ᾅδην. 514 Ἀδώνειοι καρποί: λέγονται οἱ μετέωροι κῆποι. 515 Ἀδωνία: ϲυνεϲταλμένωϲ. Ἀδωνίαν ἄγομεν καὶ τὸν Ἄδωνιν κλάομεν. Φερεκράτηϲ. καλοῦϲι δὲ καὶ τὸ εἴδωλον τοῦ Ἀδώνιδοϲ οὕτωϲ Ἀδώνιον. καὶ Ἀδωνίδειοϲ καρπὸϲ, τοῦ Ἀδώνιδοϲ.