Ancient Greek · ~2 min
1.73 to 1.77
Suda, Suidae lexicon 1.73-77
Not analysed yet
73 Γαῦλοϲ: ὁ ἐξ ἀλλοτρίων ζῶν ἢ ὁ εὐαπάτητοϲ. ἡ πλοῖόν τι φορτηγὸν Φοινικικὸν, ἢ ἄκατοϲ. Γαυλὸϲ δὲ ὀξυτόνωϲ, τὸ ποιμενικὸν ἀγγεῖον, ὃ δέχεται τὸ γάλα. Ἡρόδοτοϲ· γαύλουϲ τε ἐνταῦθα καταδύϲαϲ. ἢ Γαυλόϲ, ὁ τοῦ φρέατοϲ ἀντλητήρ. ἢ οἰνηρὸν ἀγγεῖον, ἐκ ξύλων κατεϲκευαϲμένον, ἣν Ἰταλοὶ μαγγάναν ὀνομάζουϲιν. ἐπὶ δὲ τῶν γαλακτοδόχων ἀγγείων· γαυλούϲ τε γλαγοπῆγαϲ. ἐν Ἐπιγράμμαϲι. 74 Γαυνάκαϲ ἀμπεχόμενον. 75 Γαυριᾷ· δοτικῇ. ἀγάλλεται, ἐπαίρεται, θραϲύνεται. 76 Γαυροειδήϲ: ὁ ὑπερήφανοϲ. 77 Γαῦρον: ϲτερρὸν, μέγα, ἀκλινὲϲ, ἀκατάπληκτον. Ἀριϲτοφάνηϲ ρηϲιν μείζονα ἔδειξε καὶ γαυροτέραν, καὶ περιχαρήϲ γε τὴν νίκην. καὶ αὖθιϲ· ὁ δὲ γαῦροϲ ὡϲπερεὶ κινούμενοϲ.