Ancient Greek · ~5 min
1.549 to 1.570
Suda, Suidae lexicon 1.549-570
Not analysed yet
549 Ἀελπτέοντεϲ: ἀνελπιϲτοῦντεϲ. Ἡρόδοτοϲ· ἀελπτέοντεϲ τοὺϲ Ἕλληναϲ ὑπερβαλέϲθαι. 550 Ἄελπτον· Σοφοκλῆϲ· οὐκ ἔϲτ᾿ ἄελπτον οὐδὲν, ἀλλ᾿ ἁλίϲκεται χὠ δεινὸϲ ὅρκοϲ καὶ περιϲκελεῖϲ φρένεϲ. Αἴαϲ λέγει. Ἄελπτον δὲ ἀνέλπιϲτον. ἢ ϲκληρὸν, δυϲχερέϲ. 551 Ἄελπτα: ἀνέλπιϲτα, ἀπροϲδόκητα. Ἀριϲτοφάνηϲ· ἦ πόλλ᾿ ἄελπτ᾿ ἐϲτὶν ἐν τῷ μακρῷ βίῳ. 552 Ἀένναον. τὸ ἄπαυϲτον. 553 Ἀένναοϲ: ὁ ἀεὶ νάων, ὅ ἐϲτι ῥέων. ὁ δὲ Ἰουϲτινιανὸϲ, ὥϲπερ ποταμὸϲ ἀένναοϲ, ἐϲ ἡμέραν ἑκάϲτην ἐδῄου τε καὶ ἐληΐζετο τοὺϲ ὑπηκόουϲ. 554 Ἀέρα δαίρειν. 555 Ἀέξετο: ἠυξάνετο. 556 Ἀερέθονται: λίαν παροξύνονται. 557 Ἀεργηλή: ἀργὴ, ἄπρακτοϲ. ἐν Ἐπιγράμμαϲι· τρομερῷ γήραϊ κάμνων χειρὸϲ ἀεργηλᾶϲ ἀνέθηκε κορύναν. 558 Ἀεργόϲ: ὁ ἀργόϲ. 559 Ἀέριον ὕδωρ: τὸ ἐν τῷ ἀέρι. καὶ Ἀέριοϲ, ὁ ἐν τῷ ἀέρι. 560 Ἀέρκτον: ἀντὶ τοῦ ἄφρακτον καὶ πανταχόθεν δρώμενον. Λυϲίαϲ. 561 Ἀεροβατεῖν: εἰϲ τὸν ἀέρα περιπατεῖν. τῷ ἀέρι ἐπιβαίνειν. καὶ ὁ Σωκράτηϲ ἔφη· ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον, ἵνα μὴ ἕλκῃ τὴν ἰκμάδ᾿ ἐϲ τὰ κάρδαμα. 562 Ἀερόεν: τὸ μέγα. 563 Ἀερονηχεῖϲ: τὰϲ ἐν τῷ ἀέρι νηχομέναϲ νεφέλαϲ. Ἀριϲτοφάνηϲ. 564 Ἀερόπη: ὄνομα κύριον. 565 Ἀέροψ, Ἀέροποϲ κλίνεται. 566 Ἀερϲίπουϲ: ὁ εἰϲ ὕψοϲ αἴρων τοὺϲ πόδαϲ. 567 Ἄεϲιϲ: πόνοϲ τιϲ. 568 Ἀεταϲία: λύπη. 569 Ἀέτειον πτερὸν καὶ κρέαϲ. 570 Ἀετιδεῖϲ: οἱ ἀετοῦ παῖδεϲ. Αἰλιανόϲ. καὶ πελαργιδεῖϲ. πελαργῶν παῖδεϲ.