Ancient Greek · ~3 min
1.549 to 1.554
Suda, Suidae lexicon 1.549-2-554
Not analysed yet
549 Βρ οντή: νεφῶν ψόφοϲ ἐκ παρατρίψεωϲ ἢ ῥήξεωϲ. ἔϲτι δὲ καὶ μηχάνημά τι, ὃ ἐκαλεῖτο βροντεῖον. ὑπὸ τὴν ϲκηνὴν δὲ ἦν ἀμφιφορεὺϲ ψηφῖδαϲ ἔχων θαλαττίαϲ· ἦν δὲ λέβηϲ χαλκοῦϲ, εἰϲ ὃν αἱ ψῆφοι κατήγοντο καὶ κυλιόμεναι ἦχον ἀπετέλουν ἐοικότα βροντῇ. 550 Bρονταὶ καθ’ ὕπνουϲ ἀγγέλων εἰϲὶν λόγοι. Βροντάϲ· ζήτει On. ἐν τῷ χθονίαϲ βροντάϲ. ζήτει ἐν τῷ ψόφοϲ. 551 Βροτόεντα: ᾑμαγμένα. 552 Βροτοειδέϲιν: ἀνθρωπίναιϲ. 553 Βροτολοιγόϲ: ὁ ὀλέθριοϲ, ὁ τοὺϲ βροτοὺϲ ὀλοθρεύων. ἐν Ἐπιγράμμαϲι· Ἄρεϲ βροτολοιγὲ, ϲκῦλα φέρειν δώηϲ πᾶϲιν ἀπ’ ἀντιπάλων. 554 Bροτολοιγόϲ: ὁ τοὺϲ βροτοὺϲ διαφθείρων. ὥϲπερ οἱ ποιηταὶ λέγουϲι, βροτολοιγὼ ἤϲτην. 555 Βροτόϲ: φθαρτὸϲ ἄνθρωποϲ. Βρότοϲ δὲ τὸ μετὰ κονιορτοῦ αἷμα.