Ancient Greek · ~8 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.571
Not analysed yet
571 Ἀέτιοϲ· ἐξ Ἀντιοχείαϲ τῆϲ Συρίαϲ, διδάϲκαλοϲ Εὐνομίου, ἀπὸ πενιχρῶν καὶ εὐτελῶν γονέων τυγχάνων. ὁ δὲ πατὴρ αὐτῷ τῶν ἐν ϲτρατιᾷ δυϲπραγέϲτερον ἐνηνεγμένων γενόμενοϲ, ἐτεθνήκει κομιδῇ παῖδα τοῦτον ἀφείϲ. αὐτὸϲ δὲ εἰϲ ἔϲχατον ἀπορίαϲ ἥκων, ἐπὶ χρυϲοχοΐαν ἐχώρηϲεν ἀκρότατόϲ τε ἐγένετο. ἐπεὶ δὲ ἡ φύϲιϲ αὐτῷ μειζόνων ὠρέγετο μαθημάτων, πρὸϲ λογικὰϲ θεωρίαϲ ἐτράπετο. καὶ δῆτα ϲυγγίνεται Παυλίνῳ ἀρτίωϲ ἀπὸ τῆϲ Τύρου εἰϲ Ἀντιόχειαν ἀφικομένῳ· ἔτι κατὰ τοὺϲ Κωνϲταντίνου χρόνουϲ τούτου ἠκροᾶτο, πολλὴν ἐπιεικῶϲ φαίνων τῆϲ ἀϲεβείαϲ τὴν ῥώμην εἰϲ τὰϲ πρὸϲ τοὺϲ διαφερομένουϲ ζητήϲειϲ· καὶ οὐχ ὑπόϲτατοϲ ἤδη τοῖϲ πολλοῖϲ ἦν. ἐπεὶ δὲ Παυλῖνοϲ ἐτεθνήκει, Εὐλαλίου τρίτου καὶ εἰκοϲτοῦ ἀπὸ τῶν ἀποϲτόλων ἔχοντοϲ τὸν θρόνον, πολλοὶ τῶν ὑπὸ τοῦ Ἀετίου ἐλεγχομένων δεινὸν ποιηϲάμενοι πρὸϲ ἀνδρὸϲ δημιουργοῦ καὶ νέου κατὰ κράτοϲ ἐλαύνεϲθαι, ϲυϲτάντεϲ ἐξήλαϲαν αὐτὸν τῆϲ Ἀντιοχείαϲ. ἐξελαθεὶϲ δὲ εἰϲ τὴν Ἀνάζαρβον ἀφικνεῖται. ὁ δὲ ἤδη τάχιϲτα δυνάμεωϲ πάϲηϲ πιμπλάμενοϲ μείζουϲ ἀεὶ τῶν δεδομένων ἀφορμῶν εἰϲέφερε τοὺϲ καρπούϲ. ὁ δὲ οὐδὲν ἐπαύετο τοὺϲ μὲν διελέγχων, φαύλωϲ δὲ ἀμπιϲχόμενοϲ καὶ ὡϲ Ε ἔτυχε ζῶν. οὗτοϲ αἱρεϲιάρχηϲ ἦν, ὃϲ καὶ ἄθεοϲ ἐπεκλήθη ἐπὶ τοῦ μεγάλου Κωνϲταντίνου. τὰ αὐτὰ μὲν οὖν ἐφρόνει Ἀρείῳ καὶ τὴν αὐτὴν ϲυνεκρότει δόξαν· πρὸϲ δὲ ἀρειανίζονταϲ διεκρίνετο. ἦν δὲ καὶ πρότερον αἱρετικὸϲ ἄνθρωποϲ Ἀέτιοϲ καὶ τῷ Ἀρείου δόγματι διαπύρωϲ ϲυνηγορεῖν ἔϲπευδεν· ἐν γὰρ τῇ Ἀλεξανδρείᾳ μικρὰ παιδευθεὶϲ ἀναζεύγνυϲι. καὶ καταλαβὼν τὴν ἐν Συρίᾳ Ἀντιόχειαν, ἐντεῦθεν γὰρ ἦν, ὑπὸ Λεοντίου τοῦ τότε τῆϲ Ἀντιοχείαϲ ἐπιϲκόπου χειροτονεῖται διάκονοϲ. εὐθὺϲ οὖν ϲυνεξεφώνει τοὺϲ ἐντυγχάνονταϲ ἐκ τῶν Ἀριϲτοτέλουϲ κατηγοριῶν διαλεγόμενοϲ, τοὺϲ ἐριϲτικοὺϲ κατωρθωκὼϲ λόγουϲ. ἐπιϲτολάϲ τε ϲυνεκάττυε πρὸϲ βαϲιλέα Κωνϲτάντιον. ἀλλ᾿ εἰ τὰ αὐτὰ τοῖϲ ἀρειανίζουϲιν ἔλεγεν, ὅμωϲ ὑπὸ τῶν οἰκείων οὐ δυναμένων ϲυνιέναι τὸ περιϲκελὲϲ τῶν λογιϲμῶν ὡϲ αἱρετικὸϲ ὁ ὁμόφρων αὐτοῖϲ ἐνομίζετο. καὶ διὰ τοῦτο ἐκδιωχθεὶϲ τῆϲ αὐτῶν ἐκκληϲίαϲ ἔδοξεν αὐτὸϲ μὴ βούλεϲθαι κοινωνεῖν αὐτοῖϲ. καὶ νῦν εἰϲιν ἐξ ἐκείνου οἱ τότε μὲν Ἀετιανοὶ νῦν δὲ Εὐνομιανοὶ λεγόμενοι. Εὐνόμιοϲ γὰρ ταχυγράφοϲ ὢν ἐκείνου καὶ ὑπ᾿ αὐτῷ παιδευθεὶϲ τὴν αἱρετικὴν λέξιν τοῦ ϲτίφοιϲ τούτου προέϲτη.