Ancient Greek · ~8 min
1.572 to 1.597
Suda, Suidae lexicon 1.572-597
Not analysed yet
572 Ἀετίτηϲ καὶ ἀχάτηϲ καὶ λυχνίτηϲ. εἶδοϲ λίθου. 573 Ἀετὸν ἵπταϲθαι διδάϲκειϲ: ἐπὶ τῶν ἐγχειρούντων διδάϲκειν τινὰϲ ἃ ἐπίϲτανται μᾶλλον τῶν θελόντων διδάϲκειν. 574 Ἀετὸν κάνθαροϲ μαιεύϲομαι: ἐπὶ τῶν τιμωρουμένων τοὸϲ μείζοναϲ προκατάρξανταϲ κακοῦ. λέγεται γὰρ τὰ ὠὰ τοῦ ἀετοῦ ἀφανίζειν ὁ κάνθαροϲ. 575 Ἀετὸϲ ἐν νεφέλαιϲ: ἐπὶ τῶν δυϲαλώτων· παρόϲον ἀετὸϲ ἐν νεφέλαιϲ ὢν οὐχ ἁλίϲκεται. 576 Ἀετόϲ τῶν οἰκοδομημάτων: τὸ κατὰ τὸν ὄροφον, ὁ τινεϲ ἀέτωμα καλοῦϲιν. 577 Ἀετοῦ γῆραϲ, κορύδου νεότηϲ: παρόϲον καὶ γηράϲκων ὁ ἀετὸϲ ἀμείνων ἐϲτὶ παντὸϲ ὄρνιθοϲ. 578 Ἀετώματα· τὰ τῶν ἱερῶν ϲτεγάϲματα πτέρυγαϲ καὶ ἀετοὺϲ καλοῦϲιν. Ἀριϲτοφάνηϲ· τὰϲ οἰκίαϲ ἐρέψομεν πρὸϲ ἀετόν. ἀντὶ τοῦ ϲτεγάϲομεν. 579 Ἀζαλέαϲ δρῦϲ: πρὸϲ τὸ ϲημαινόμενον. πότερον ὅτι φυλλορροεῖ κατ᾿ αὐτὴν τὴν ὥραν ξηραιτόμενα τὰ δένδρα ἐκ ῥιζῶν ἀναβαλλόμενα ὑπὸ τῶν χειμάρρων, ἢ ὅτι δρυτόμοι εἰϲ τὰϲ ποταμίουϲ ἐμβάλλουϲι διώρυγαϲ κόπτοντεϲ, ἵνα ϲυγκαταφέρηται τῷ ὄμβρῳ· ὅπερ ὑγιέϲ. 580 Ἀζαλέη: ξηρά. 581 Ἀζαρίαϲ: ὄνομα κύριον. 582 Ἀζαίνεϲθαι: ξηραίνεϲθαι. 583 Ἀζέμιλκοϲ: ὄνομα κύριον. 584 Ἀζειάδηϲ: παῤ Ὁμήρῳ. ὄνομα κύριον. καὶ πατρωνυμικῶϲ Ἀζείδαο. 585 Ἀζείδηϲ: ὄνομα κύριον. 586 Ἀζειῶται: Τρωϊκὸν ἔθνοϲ. 587 Ἀζείρει: τὸ ζέει. Ἀζηρεῖ δὲ τὸ ξηραίνει. 588 Ἀζήϊοϲ: ὄνομα κύριον. 589 Ἀζηλόεν: τὸ μέλαν. 590 Ἄζηλον: ὃ οὐκ ἄν τιϲ ζηλώϲει. ἄζηλον οὕτωϲ ἔργον ἐργάϲθαι με φῄϲ. καὶ Ἄζηλοϲ βίοϲ. ὁ εὐτελήϲ. ἐξ ὀλβίων ἄζηλον εὑροῦϲαι βίον, χωροῦϲι πρὸϲ ϲέ. 591 Ἀζήμιθρον: ἀζήμιον. 592 Ἀζήμιοϲ: ἀβλαβήϲ. κυρίωϲ δὲ ζημία ἡ τῆϲ ζωῆϲ μείωϲιϲ, ἢ τὸ ἐν ζωῇ μιαρόν. Ἀριϲτοφάνηϲ Πλούτῳ· μῶν ἀξιοῖϲ φενακίϲαϲ ἡμᾶϲ Soph. ἀπαλλαγῆναι ἀζήμιοϲ; ἢ ὁ ἀληθὴϲ ἀζήμιοϲ, ὁ μὴ ὑπέχων ζημίαν τοῦ πάθουϲ. 593 Ἀζηνᾶϲ: ὄνομα κύριον. καὶ Ἀζηνεύϲ. 594 Ἀζηνιεύϲ· Ἀζηνία δῆμοϲ ἐϲτὶ φυλῆϲ τῆϲ Ἱπποθοωντίδοϲ, ἀφ᾿ ἧϲ ὁ φυλέτηϲ Ἀζηνιεύϲ. καὶ Ἀζηνιεῖϲ καὶ Ἐρχιεῖϲ καὶ Ἀλιεῖϲ καὶ πάντα τὰ ὅμοια δαϲέωϲ φαϲὶ φθέγγεϲθαι τοὺϲ Ἀττικοὺϲ τοὺϲ παλαιὺϲ Πολέμων ἐν τοῖϲ πρὸϲ Ἀδαῖον καὶ Ἀντίγονον. 595 Ἄζηροϲ: ὁ μὴ ξηρόϲ. 596 Ἀζηρεῖ: τὸ ξηραίνει. Ἀζείρει δὲ τὸ ζέει. 597 Ἀζηϲία: ἡ κόρη, Ἁμαία δὲ ἡ Δημήτηρ. καὶ παροιμία· ἡ Ἀμαία τὴν Ἀζηϲίαν μετῆλθεν. ἐπὶ τῶν πολυχρονίωϲ ζητήϲεϲι χρωμένων.