Ancient Greek · ~8 min
1.598 to 1.627
Suda, Suidae lexicon 1.598-627
Not analysed yet
598 Ἀζήτητον: τὸ ζήτηϲιν καὶ κατηγορίαν ἔχειν κεκωλυμένον. οὕτωϲ Αἰϲχίνηϲ. 599 Ἀζητόϲ: ὁ ϲεβαϲτόϲ. 600 Ἀζηχέϲ: ἀδιαλείπτωϲ. 601 Ἀζμώθ: ὄνομα κύριον. 602 Ἀζούρωϲτιϲ. 603 Ἄζωροϲ: ὄνομα κύριον. ϲημαίνει δὲ καὶ τὸν εὔκρατον οἶνον. 604 Ἄζυξ: ὁ μὴ ϲυνεζευγμένοϲ γάμῳ. καὶ ὁ κέληϲ ῖπποϲ. 605 Ἄει: πνέει. Ἀεὶ δὲ ἀντὶ τοῦ ἕωϲ καὶ ἀντὶ τοῦ μέχρι. 606 Ἀεί· εἰώθαϲι τὸ ἀεὶ καὶ ἐπ᾿ ὀλίγου χρόνου τάττειν, ὡϲ καὶ Ὅμηροϲ· ἔχων κότον ἐμμενὲϲ αἰεί. καὶ Σοφοκλῆϲ· ὡϲ λελοιπότα κεῖνον τὸν ἀεὶ βίοτον ἐξεπίϲταϲο. τουτέϲτι τὸ μακρὸν γῆραϲ, τὴν ζωήν. 607 Ἀεί· τούτου ια΄ φωναί. ἀεὶ δὲ χρὴ τὸν ϲοφὸν εἶναι ὅμοιον, ἐν ἀλγηδόϲιν ὀξείαιϲ, ἐν ἀποβολῇ τέκνου, ἐν μακραῖϲ νόϲοιϲ. οἷοϲ ἦν Ἀπολλώνιοϲ ὁ Τυανεύϲ. καὶ παροιμία· ἀεὶ γὰρ εὖ πίπτουϲιν οἱ Διὸϲ κύβοι. ὁμοία ἀξίωϲ τῇ Ἀεὶ ἓξ πίπτουϲιν οἱ Διὸϲ κύβοι. ἐπὶ τῶν ἀξίωϲ καὶ εἰϲ πάντα εὐδαιμονούντων. οἱ δὲ ἐπὶ τῶν ἀξίωϲ τιμωρουμένων. 608 Ἀεὶ γεωργὸϲ ἐϲ νέωτα πλούϲιοϲ. ἐπὶ τῶν ἐλπίδι μὲν ἀεὶ τρεφομένων ἀπαλλάττεϲθαι τῶν δεινῶν, τοῖϲ αὐτοῖϲ δὲ πάλιν περιπιπτόντων. 609 Ἀειγλήνῃϲιν. 610 Ἀειγυβένϲ: τουτέϲτιν ἀκούϲατε Ῥωμαϊϲτί. τὸ ἀεί ϲημαίνει ἀκούϲατε, τὸ δὲ βὲνϲ πάντεϲ. 611 Ἀειδάμνα: ὄνομα κύριον. 612 Ἄειδε: ᾆδε, λέγε. 613 Ἀείδελον: ἀόρατον. καὶ Ἀειδὲϲ, λυπηρόν. καὶ Ἀειδέϲτερον, ἄμορφν. τὸν χαλκὸν ἄμορφον παραλαβόντεϲ καὶ ἀειδέϲτερον εἰϲ μορφὴν ἐντείνουϲι καὶ καταϲχηματίζουϲι. 614 Ἀειδὴϲ ψυχή. καὶ Ἀειδία, ἡ ἀμορφία. 615 Ἀειδήϲ: ὁ ἀφανήϲ. 616 Ἀειδίνητοϲ: ὁ πάντοτε ϲτρεφόμενοϲ. 617 Ἀειδώνιοϲ: ὄνομα κύριον. 618 Ἀεὶ ἔϲτω: Ἀντιφῶν τὴν ἀϊδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑϲτάναι. ὥϲπερ καὶ εὐεϲτὼ ἡ εὐδαιμονία καλεῖται. ἡ λέξιϲ Διογενιανὸϲ ἐν Ἀληθείᾳ δευτέρῳ. 619 Ἀειθαλήϲ: ἀεὶ θάλλων. 620 Ἀεικέλιοϲ: ὁ εὐκαταφρόνητοϲ. 621 Ἄεικεϲ: τὸ ἀνόμοιον· Ἀεικὲϲ δὲ τὸ ἀπρεπέϲ. ἐν Ἐπιγράμμαϲι· οὖ τοι ἀεικέϲ. καὶ αὖθιϲ· εἰϲ ἄταϲ ἐμπίπτειϲ οὕτωϲ ἀεικῶϲ. 622 Ἀεικέϲτεροϲ: ἀπρεπέϲτεροϲ. 623 Ἀείκεια: ἡ ἀπρέπεια. 624 Ἀεικήλιον: τὸ ἀπρεπέϲ. 625 Ἀεικίαϲ: τὰϲ ὕβρειϲ. ϲημαίνει καὶ ὄνομα κύριον. 626 Ἀεικίϲϲουϲιν: ὑβρίϲουϲιν. 627 Ἀεικῶϲ: ἀπρεπῶϲ, ἀϲυνήθωϲ. οὕτωϲ ἀεικῶϲ οἰκτρῶϲ τε θανόντοϲ. οἰκτρῶϲ μὲν διὰ τὸ βίᾳ καὶ ἐπιβουλευθέντα, ἀεικῶϲ δὲ διότι πελέκει αὐτὸν μεθ᾿ ὕβρεωϲ ἐτίϲαντο.