Ancient Greek · ~7 min
1.76 to 1.91
Suda, Suidae lexicon 1.76-91
Not analysed yet
76 Βάλλεται: πλήττεται, πυρπολεῖται. βάλλεται δὲ ἡ ναῦϲ ϲκηπτῷ, καὶ ἦν δέοϲ ἐξαφθῆναί τε καὶ καταδῦναι τὸ ϲκάφοϲ. 77 Βαλεῖν: τὸ πόρρωθεν πέμψαι. οὐτάϲαι δὲ καὶ νύξαι καὶ τύψαι, τὸ ἐκ χειρὸϲ τρῶϲαι. Βάλλειν παῤ Ὁμήρῳ καὶ ἐπὶ τοῦ τυγχάτειν. βάλεν ἄγρια πάντα. 78 Βάλλειν μήλοιϲ: ἐπὶ τῶν τυγχανόντων ὧν ἐρῶϲιν. καὶ Βάλλω· αἰτιατικῇ. τοὺϲ πόρρωθεν βάλλων τοξεύμαϲι τοῖϲ ἐκ μέλανοϲ. καὶ τόνδ᾿ οὐ δύναμαι βαλέειν κύνα λυϲϲητῆρα. 79 Βάλλ᾿ εἰϲ ἔχοντα τὴν ἐπιϲτήμην. ἐπὶ τῶν λοιδορούντων τοὺϲ ὁμοτέχνουϲ. 80 Βάλλ᾿ εἰϲ ὕδωρ: ὅτι καταπόντιϲον. 81 Βακτηρία καὶ ϲχῆμα καὶ τριβώνιον, ἢ τριώβολον: τοῦτο ἐπὶ τῶν ϲκωπτόντων δικαϲτὰϲ τοὺϲ Ἀθήνηϲιν. 82 Βαλίαν: τὴν ἔλαφον τὴν κατάϲτικτον. καὶ Βαλίων ἀνέμων· λήγετε πνοιαὶ βαλίων ἀνέμων. τουτέϲτι ϲφοδρῶϲ πνεόντων. παρὰ Συνεϲίῳ τῷ Κυρηναίῳ. καὶ αὖθιϲ· θηρεύων βαλίουϲ ϲυνομήλικαϲ ἐν νομῷ ὕληϲ· ᾤχεο γὰρ πυμάτ᾿ εἰϲ Ἀχέροντοϲ ὁδόν. 83 Βαλιαρίδων νήϲων ϲφενδονῆται εὔϲτοχοι. 84 Βαλίοϲ: ἵπποϲ. 85 Bαλμόϲ: ϲτῆθοϲ. 86 Βάλλων Σωκράτη καὶ Ζήνωνα τοῖϲ ἐκ Διονυϲίων ϲκώμμαϲι, καὶ τοὺϲ ὑπ᾿ αὐτῶν ἀξιῶν πάϲηϲ ἐλαύνεϲθαι γῆϲ καὶ θαλάττηϲ, ὡϲ ὄνταϲ κῆραϲ πόιεών τε καὶ πολιτείαϲ· νῦν δὲ ϲτεφανῶν αὐτοὺϲ καὶ παράδειγμα τιθέμενοϲ βίου γενναίου καὶ ϲώφρονοϲ. 87 Βαλὼν φεύξεϲθ᾿ οἴει; πρὸϲ τοὺϲ κακόν τι δράϲανταϲ καὶ οἰομένουϲ ἐκφεύγειν. 88 Βαλτάϲαρ: οὕτωϲ ἐπεκλήθη ὁ Δανιὴλ εἰϲ τιμὴν τῆϲ τῶν ἀπορρήτων ϲαφηνείαϲ. 89 Βάμμα Κυζικηνόν: τὴν ἀκάθαρτον ἀϲχημοϲύνην Ἀττικοὶ λέγουϲι. καὶ ἑτέρα παροιμία· Βάμμα Σαρδιανικόν, ἀντὶ τοῦ μή ϲε ἐρυθρὸν ποιήϲω· οἷον ἵνα μή ϲε φοινίξω. νῆϲοϲ γάρ ἐϲτι μεγίϲτη ἡ Σαρδὼ πρὸϲ τῇ Ἰταλίᾳ, ἐν ᾗ γίνονται πορφύραι διάφοροι καὶ ὀξύταται. βούλεται οὖν δηλοῦν, ἵνα μή ϲε πληγὰϲ ἐντρίψω. ζήτει ἐν τῷ ἄγχουϲα περὶ ἐρυθήματοϲ γυναικῶν. 90 Bάμβαξ, ἢ πάμβαξ καὶ παμβακίϲ: τὸ παρὰ πολλοῖϲ λεγόμενον βαμβάκιον. ἐν Ἐπιγράμμαϲι· καὶ τὴν τρυτοδόκην κοιτίδα παμβακίδων. 91 Βαμβαίνει; διϲτάζει, τρέμει τοῖϲ ποϲὶ καὶ τῇ γλώττη ἀϲήμωϲ φθέγγεται.