Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.676
Not analysed yet
676 Ἄϊδοϲ κυνῆ· Ἀριϲτοφάνηϲ· λάβε δ᾿ ἐμοῦ γ᾿ ἕνεκα παῤ Ἱερωνύμου ϲκοτοδαϲυπυκνότριχα τὴν Ἄϊδοϲ κυνῆν. ἐπὶ τῶν ἀφανῶν εἴρηται ἡ παροιμία. νῦν δὲ ἐπὶ τῶν ἄγαν κομώντων. οὗτοϲ γὰρ ὁ Ἱερώνυμοϲ μελῶν ἦν ποιητὴϲ καὶ τραγῳδὸϲ ἀνώμαλοϲ καὶ ἀνοικονόμητοϲ, διὰ τὸ ἄγαν ἐμπαθεῖϲ γράφειν ὑποθέϲειϲ καὶ φοβεροῖϲ προϲωπείοιϲ χρῆϲθαι· ἐδόκει κροτεῖϲθαι. ἐκωμῳδεῖτο δὲ ὡϲ πάνυ κομῶν· διόπερ Ἄϊδοϲ κυνῆν ἔφη αὐτὸν κωμῳδικῶϲ, ὡϲ κουρειῶντα.