Ancient Greek · ~5 min
1.677 to 1.704
Suda, Suidae lexicon 1.677-704
Not analysed yet
677 Ἀϊδρείη: ἡ ἀπειρία. 678 Ἄϊδριϲ: ἀμαθὴϲ, ἄπειροϲ. ἐγὼ δ᾿ ὁ πάντα κωφὸϲ, ὁ πάντ᾿ ἄϊδριϲ, κατημέληϲα. ἀντὶ τοῦ ὁ ἀναίϲθητοϲ. ἴδριϲ γὰρ ὁ ἔμπειροϲ. ὁ Θεολόγοϲ· γέρων μέν εἰμι καὶ πολλῶν κακῶν ἴδριϲ. 679 Ἀϊδρόν: τὸ διαφανέϲ. 680 Ἀΐδυλοϲ: ὁ θραϲύϲ. 681 Ἄϊεν: ἐξέπνεεν. 682 Ἄΐειν: ἀκούειν, αἰϲθάνεϲθαι. 683 Ἄϊθεϲ: ἐθνικόν. 684 Ἄϊκεϲ: αἱ ὁρμαί. 685 Ἄϊνεϲ: ἐθνικόν. 686 Ἀΐω: ἀκούω. 687 Ἀΐξαϲ: ὁρμήϲαϲ. αΐξαϲ ἔντοϲθε νεοϲϲοκόμοιο καλιῆϲ νόϲφιϲεν ὠδίνων τετραέλικτοϲ ὄφιϲ. 688 Ἄϊροϲ: ὄνομα κύριον. 689 Ἄϊϲ: ὁ μὴ βλεπόμενοϲ. 690 Ἀΐϲθων· ἐκπνέων. 691 Ἀΐϲϲουϲιν: ὁρμῶϲι, φοιτῶϲι. Πολύβιοϲ· ἐν γὰρ τῇ Ῥώμῃ Μάρκον Πόρκιον ἀκούϲαντα τὰϲ ἀριϲτείαϲ Σκιπίωνοϲ εἰπεῖν πάλιν ἄλλον πρὸϲ ἐκεῖνον· τί ἀκήκοαϲ; εἰπεῖν οἶοϲ πέπνυται, τοὶ δὲ ϲκιαὶ ἀΐϲϲουϲιν. 692 Ἀϊϲτί: ἀφανῶϲ. 693 Ἄϊϲτοϲ: ἀνιϲτόρητοϲ, ἀφανήϲ. 694 Ἀϊϲτωθείη: ἀφανιϲθείη. 695 Ἀΐϲτωρ: ἄπειροϲ, ἀμαθήϲ. 696 Ἀϊϲτῶϲαι: ἀφανίϲαι. 697 Ἀΐτηϲ: ὁ ὁρμητικόϲ. 698 Ἀϊτία: ἡ χορδή. 699 Ἄϊτοϲ: ὄνομα κύριον. 700 Ἀϊχθήτην: ὡρμήθηϲαν. 701 Ἀθαμαντίθηϲ: πατρωνυμικὸν. 702 Ἀθάμαϲ: ὄνομα κύριον. εἰϲάγεται ὁ Ἀθάμαϲ ἐϲτεφανωμένοϲ ὥϲπερ ἱερεῖον ϲφαγιαϲθηϲόμενοϲ διὰ Φρίξον, καὶ ῥύεται αὐτὸν Ἡρακλῆϲ εἰπὼν ζῆν τὸν Φρίξον. παραδείγματι οὖν χρώμενοϲ ὁ Ἀριϲτοφάνηϲ δεδιέναι φηϲὶ τῷ Ἀθάμαντι παραπλήϲια μέλλοντι θύεϲθαι. 703 Ἀθαμβήϲ: ἄφοβοϲ. 704 Ἀθανάριχοϲ· ὃϲ ἐβαϲάνιϲε τὸν ἅγιον Νικήταν καὶ μέγαν μάρτυρα τοῦ Χριϲτοῦ πεποίηκεν.