Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.705
Not analysed yet
705 Ἀθάνατοϲ: τὸ ἀθάνατοϲ ἐπὶ ἐμψύχων, τὸ δὲ ἄφθιτοϲ ἐπὶ ἀψύχων φιλόϲοφοι τάττουϲιν. ὅτι ὁ Πλάτων ἀθάνατον εἶναι λέγων τὴν ψυχὴν ἀθανάτοιϲ ὁμώνυμον εἶναι ἐπιφέρει. διότι τὸ μὲν κυρίωϲ ἀθάνατον καὶ κατ᾿ οὐϲίαν καὶ κατ᾿ ἐνέργειάν ἐϲτιν ἀμετάβλητον· τὴν δὲ ψυχὴν κατ᾿ οὐϲίαν μὲν οἶδεν ἀθάνατον, οὐκέτι δὲ καὶ κατ᾿ ἐνέργειαν. οὕτωϲ δ᾿ ἂν εἴποιϲ καὶ τὰ οὐράνια ἀθανάτοιϲ ὁμώνυμα· μεταβάλλει γὰρ καὶ αὐτὰ, εἰ καὶ μὴ κατ᾿ οὐϲίαν ἀλλὰ κατὰ τόπον. ὅτι δὲ πάθοϲ τῆϲ ζωῆϲ ἡ ἀθαναϲία καὶ ϲύμπτωμά τι· ἐπὶ ὑποθέϲει γάρ τινι δείκνυται ἐκ θνητοῦ ἀθάνατον γίγνεϲθαι, οὐ μεταλήψει ἄλληϲ ζωῆϲ τὸ θνητὸν ἀθάνατον γίγνεϲθαι. ἐγράφη ἐν τῷ Πῖ ϲτοιχείῳ περὶ πάθουϲ. ὁ δὲ τὴν ἀθαναϲίαν ὁριζόμενοϲ ϲτέρηϲιν θανάτου ἁμαρτάνει. οὐ γὰρ ϲτέρηϲιϲ θανάτου ἡ ἀθαναϲία, ἀλλ᾿ ἐν ἕξει καὶ διαθέϲει.