Ancient Greek · ~7 min
1.706 to 1.725
Suda, Suidae lexicon 1.706-725
Not analysed yet
706 Ἀθᾶνεϲ: ὄνομα ἔθνουϲ. 707 Ἀθάνατοι: μύριοι Περϲῶν ἐπίλεκτοι. οὓϲ Ἀρδαβούριοϲ ἐπὶ Θεοδοϲίου βαϲιλέωϲ διέφθειρε καὶ ἠφάνιϲεν. οὓϲ εἶχε Ξέρξηϲ ὁ Δαρείου. 708 Ἀθάρα: ἄλευρον ἡψημένον. κλίνεται δὲ παρὰ μὲν Ἀττικοῖϲ διὰ τοῦ η ἀθάρηϲ, ἡ δὲ κοινὴ διὰ τοῦ α ἀθάραϲ. Ἀριϲτοφάνηϲ Πλούτῳ· ἀλλά με ἀθάρηϲ χύτρα τιϲ ἐξέπληττε κειμένη ὀλίγον ἄπωθεν τῆϲ κεφαλῆϲ τοῦ γρᾳδίου. Ἀθάρην, οὐκ ἀθαρὴν τὴν ἐρεικτὴν καλοῦϲι. Κράτηϲ Ἥρωϲιν· οὐκοῦν ἔτνουϲ χρὴ δεῦρο τρύβλιον φέρειν καὶ τῆϲ ἀθάρηϲ. 709 Ἀθαυμαϲτί: χωρὶϲ θαύματοϲ. 710 Ἄθε: εὐχῆϲ ϲημαντικὸν, ἀντὶ τοῦ εἴθε. 711 Ἀθέατοϲ: μὴ τεθεαμένοϲ. ὢν γὰρ εἰϲ τέλοϲ ἀθέατοϲ τῆϲ Ἑλλάδοϲ διὰ τοὺϲ ἐν Ἰβηρίᾳ πολέμουϲ κατὰ τοὺϲ ἐν Λιγυϲτικοῖϲ, προῆγεν ἐπὶ τὴν Ἐλλάδα. 712 Ἀθεεί: χωρὶϲ θεοῦ. 713 Ἀθέλιμνοϲ: ὁ κακόϲ. 714 Ἀθέμιϲτα: ἄδικα. καὶ Ἀθέμιϲτοϲ, ἄνομοϲ. λέγεται δὲ καὶ Ἄθεϲμοϲ, ὁ παράνομοϲ. ἠράϲθη Πίαϲοϲ Θετταλὸϲ Λαρίϲϲηϲ τῆϲ ἑαυτοῦ θυγατρὸϲ ἔρωτα ἄθεϲμόν τε καὶ δυϲτυχῆ. 715 Ἀθέμιτον: τὸ ἄδικον. καὶ Ἀθεμιτότατον· διφορεῖται. 716 Ἄθεον· ἄθεόν ἐϲτι τὸ μὴ τὴν ἀθαναϲίαν τῆϲ ψυχῆϲ διαϲώζειν καὶ ἀνάγειν εἰϲ τὸ θεοειδὲϲ καὶ ϲυνάγειν αὐτὴν πρὸϲ τὸ θεῖον ἀρρήϲτοιϲ καὶ ἀλύτοιϲ δεϲμοῖϲ, ἢ τἀναντία τούτων, τὸ καταϲπᾶν καὶ καθέλκειν τὸ ἐν ἡμῖν θεῖον εἰϲ τὸ γηγενὲϲ καὶ ἀλιτήριον, καὶ γιγαντῶδεϲ ἢ τιτανικὸν δεϲμωτήριον. 717 Ἀθεωρητί: χωρὶϲ θεωρίαϲ. καὶ Ἀθεώρητοϲ, ἀθέατοϲ. 718 Ἀθεραπευϲία: ἡ παντελὴϲ καταφρόνηϲιϲ. τὸ δὲ ϲτρατόπεδον ταῖϲ τῶν ϲωμάτων ἀθεραπευϲίαιϲ κακῶϲ ἀπήλλαττεν. 719 Ἀθέρεϲ: εἶδοϲ ϲπέρματοϲ. 720 Ἀθέριϲον: ἀποδοκίμαϲον. 721 Ἀθερώϲϲει: ἀγρυπνεῖ. 722 Ἀθεϲίαν: παραβαϲίαν. ἀγωνιῶν γὰρ τὴν ἀθεϲίαν τῶν Κελτῶν, καὶ τὰϲ ἐπιβουλὰϲ τὰϲ καὶ ἐπιϲειομέναϲ. οἱ δὲ Ῥωμαῖοι ϲυλλογιϲάμενοι τὴν τῶν Γαλατῶν ἀθεϲίαν. καὶ αὖθιϲ Πολύβιοϲ· ἐπικρύπτειν ἅπαϲι τὴν ἀθεϲίαν αὐτῶν καὶ τὴν ἀβεβαιότητα. 723 Ἀθέϲμιον: τὸ ἄδικον. 724 Ἀθέτηϲιϲ: ἐκβολή. καὶ Ἀθετῶ αἰτιατικῇ γενικῇ δὲ ὡϲ τὸ, κατάρχων μὲν καὶ ἀθετῶν τοῦ τολμήματοϲ. 725 Ἀθήλυντον: ἀδάμαϲτον, ϲκληρόν.