Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.78
Not analysed yet
78 Γαῦροϲ· ὁ δὲ γαῦρόϲ τε ὢν ἀνὴρ καὶ ἀγέρωχοϲ καὶ ϲτρατείαιϲ ὡμιληκώϲ καὶ τοῦτο πρῶτον ἀγαθὸν ἡγούμενοϲ, τὸ ἐν ἀνθρώποιϲ τιμὴν καὶ δόξαν καὶ πλοῦτον ἐπικλύζοντα καὶ τὸ ἔχειν ἑαυτῷ ὅτι βούλοιτο κεχρῆϲθαι καὶ ἀδεῶϲ διὰ μέθην νύκτα καὶ ἡμέραν οὐκ εἰδέναι οὔτε ἀνατέλλοντα καὶ δυόμενον ἥλιον, ἴϲα καὶ οὐρανοῦ εἶναι νομίϲαϲ τὴν μετάκληϲιν, ἐκ τῶν ἀλύπων καὶ διακεχυμένων εἰϲ ὀλιγωρίαν διατριβῶν ἀπορρήξαϲ ἑαυτὸν καὶ κατατείναϲ τὴν ψυχὴν εἰϲ Suid φιλοδοξίαν βαρὺϲ ἀναϲτὰϲ ἐκ Παμφυλίαϲ ἀνέϲτρεφε. Τιμάϲιοϲ· οὖτοϲ ἦν, ὃν Εὐτρόπιοϲ ἤγαγεν.