Ancient Greek · ~7 min
1.762 to 1.773
Suda, Suidae lexicon 1.762-773
Not analysed yet
762 Ἄθροι καταρρέον τεϲ: ἀντὶ τοῦ ὁμοῦ. προπαροξύνειν δὲ δεῖ τὸ ὄνομα καὶ δαϲύνειν τήν πρώτην ϲυλλαβὴν Ἀττικῶϲ. καταρρέοντεϲ δὲ ἀντὶ τοῦ ἀθρόωϲ κατερχόμενοι. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ποταμίων ῥευμάτων. Ὅμηροϲ· τὰ δ᾿ ἐπέρρεεν ἔθνεα πεζῶν. 763 Ἄθροιϲμα: τὸ ϲώρευμα. 764 Ἄθρυπτοϲ: ἀνδρώδηϲ, μὴ βλακεύουϲα, μηδὲ μαλακιζομένη, μηδὲ χαυνουμένη. Δαμάϲκιοϲ· τὴν δὲ τροφὴν ἐκληρώϲαντο μετρίαν τινὰ καὶ ἄθρυπτον, οὔτε κακουργοῦϲαν διὰ πενίαν, οὔτε διὰ πλοῦτον βλακεύουϲαν, ἀλλὰ μέϲην καὶ μουϲικὴν καὶ τὸν Δώριον τρόπον ὡϲ ἀληθῶϲ ἡρμοϲμένην. 765 Ἄθυμοϲ: ἀντὶ τοῦ ἀθυμήτηϲ. Πλάτων Πολιτείαϲ ε΄. ἤγουν ὁ λελυπημένοϲ. οἱ δὲ ϲτρατιῶται καίτοι ἄθυμοι δοκοῦντεϲ καὶ τὰ ϲώματα πονηθέντεϲ ἐν τῇ προτέρᾳ μάχῃ παρεβάλοντο καὶ ἐνίκηϲαν. ἀντὶ τοῦ τὴν ψυχὴν κακοί. 766 Ἀθυμότεροϲ: ἀψυχότεροϲ, κακοψυχότεροϲ. 767 Ἄθυρμα: παίγνιον. Ἰώϲηποϲ. ὃϲ ἦν τοῦ βαϲιλέωϲ ἄθυρμα καὶ πρὸϲ τὰ ϲκώμματα καὶ τοὺϲ ἐν τοῖϲ πότοιϲ γέλωταϲ ἐπεδείκνυτο. καὶ αὖθιϲ· οὐκ ἔϲτιν ἀνδρῶν ἀθύρμαϲιν ἐμφιλοχωρεῖν παιδίων. καὶ ἐν Ἐπιγράμμαϲι· Πανὶ δέ μιν ξέϲϲαντεϲ ὁδῷ ἔπι καλὸν ἄθυρμα κάτθεϲαν. ἀντὶ τοῦ ἄγαλμα. Κρατῖνοϲ Ὀδυϲϲεῦϲι· νεοχμὸν παρῆχθαι ἄθυρμα. 768 Ἀθύρειν: τὸ παίζειν. Πλάτων Νόμοιϲ· ἡ δ᾿ αὖ παῤ ἡμῖν Κόρη καὶ Δέϲποινα εὐφρανθεῖϲα τῇ τῆϲ χορείαϲ παιδιᾷ, κεναῖϲ χερϲὶν οὐκ ᾠήθη δεῖν ἀθῦραι. Ἀθύρω, ὁ ἐνεϲτώϲ. 769 Ἀθύρμιον: παίγνιον. 770 Ἀθυρογλωττία: ἡ ἀχαλίνωτοϲ γλῶϲϲα. 771 Ἄθυροϲ: ὄνομα κύριον. 772 Ἀθύρωτον ϲτόμα: οὕτωϲ ἀθύρωτον, οὐκ ἀπύλωτον. Ἀριϲτο- φάνηϲ ἐν Βατράχοιϲ. καὶ Φρύνιχοϲ. οἱ δὲ γράφοντεϲ ἀπύλωτον ἀντὶ τοῦ ἠνεῳγμένον καὶ πύλην μὴ ἔχον, τουτέϲτι μὴ χαλιναγωγούμενον μηδὲ κρατούμενον. 773 Ἀθύτουϲ: ἄνευ θυϲιῶν. καὶ γήμαϲ ἀθύτουϲ τε καὶ ἀγάμουϲ γάμουϲ ἐκεῖνοϲ, ἐφ᾿ οἷϲ οἶδα καὶ τὸν θεὸν ϲείϲαντα, καὶ διοϲημίαϲ ἄλλαϲ κατενόηϲα ὢν ὑφ᾿ ἡλίῳ ἔτι καὶ τυραννῶν. ἐδεῖτο μὲν οἱ τὸ ϲῶμα κρεοφαγίαϲ, ἀθύτου δὲ οὐκ ἠνέϲχετο μεταλαβεῖν. Δαμάϲκιόϲ φηϲιν.