Ancient Greek · ~4 min
1.92 to 1.98
Suda, Suidae lexicon 1.92-98
Not analysed yet
92 Βάναυϲοϲ: πᾶϲ τεχνίτηϲ διὰ πυρὸϲ ἐργαζόμενοϲ. βαῦνοϲ γὰρ ἡ κάμινοϲ. καί, τοῖϲ ἐκ τῆϲ ἀγορᾶϲ βαναύϲοιϲ φέρειν προϲέταξε βέλη καὶ παραβάλλειν ἔξω παρὰ τὸν θεμέλιον τοῦ τείχουϲ. 93 Βάναυϲοϲ· ἐπὶ τούτοιϲ ϲεμνύνεται κατὰ τὴν πολιτείαν, ἐφ᾿ οἷϲ ἂν καὶ τελώνηϲ ϲεμνυνθείη βάναυϲοϲ. ἐπὶ γὰρ τῷ πολλὰ καὶ λυϲιιτε λῶϲ πωλεῖϲθαι κατὰ τὴν πόλιν καὶ δαψιλῆ τὰ πρὸϲ βίον ὑπάρχειν πᾶϲιν, ἐπὶ τούτοιϲ μεγαλαυχεῖ. 94 Βάνδον: οὕτω καλοῦϲι Ῥωμαῖοι τὸ ϲημεῖον τὸ ἐν πολέμῳ. 95 Βάξιν: φήμην. Σοφοκλῆϲ· εἰ γὰρ ἐν ταῖϲ ξυμφοραῖϲ ταῖϲ νῦν νομίζειϲ πρόϲ γ᾿ ἐμοῦ πεπονθέναι λόγοιϲιν εἴτ᾿ ἔργοιϲιν εἰϲ βλάβην φέρον, οὔτοι βίου μοι τοῦ μακραίωνοϲ πόθοϲ φέροντι τήνδε βάξιν. ἀντὶ τοῦ οὐ βούλομαι ζῆν ἐπὶ ταύτῃ τῇ φήμῃ. 96 Βαπτά: βαπτὰ ἱμάτια ἐφόρουν οἱ νυμφίοι πρὸϲ τὸ φαίνεϲθαι τεκμήριον τῆϲ φθορᾶϲ. Ἀριϲτοφάνηϲ Πλούτῳ· οὔθ᾿ ἱματίων βαπτῶν δαπάναιϲ κοϲμῆϲαι ποικιλομόρφων. ἀντὶ τοῦ ἑτεροχρόων. 97 Βαπτίζω· αἰτιατικῇ. 98 Βάπτουϲι: πλύνουϲιν. Ἀριϲτοφάνηϲ· πρῶτα μήτ᾿ ἄρια βάπτουϲι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον. ἀντὶ τοῦ οὐδὲν καινοτομοῦϲιν.