Ancient Greek · ~3 min
1.774 to 1.782
Suda, Suidae lexicon 1.774-782
Not analysed yet
774 Ἀκαδημία: γυμνάϲιον ἐν Ἀθήναιϲ, προάϲτειον ἀλϲῶδεϲ ἐν ᾧ διέτριβε Πλάτων, ἀπὸ Ἑκαδήμου τινὸϲ ἥρωοϲ ὀνομαϲθέν. πρότερον δὲ διὰ τοῦ ε Ἑκαδημία ἐκαλεῖτο. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἀλλ᾿ εἰϲ Ἑκαδημίαν κατιὼν, ὑπὸ ταῖϲ μορίαιϲ ἀποθρέξειϲ ϲτεφανωϲάμενοϲ καλάμῳ λευκῷ μετὰ ϲώφρονοϲ ἡλικιώτου, μίλακοϲ ὄζων καὶ ἀπραγμοϲύνηϲ καὶ λεύκηϲ φυλλοβολούϲηϲ, ἦροϲ ἐν ὥρᾳ χαίρων, ὁπότ᾿ ἂν πλάτανοϲ πτελέᾳ ψιθυρίζῃ. 775 Ἀκαδημία· τρία ὑπῆρχον γυμνάϲια, Λύκειον, Κυνόϲαργεϲ, Ἀκαδημία. ἐκλήθη δὲ ἀπὸ τοῦ καθιερώϲαντοϲ αὐτὸ Ἀκαδήμου. καὶ οὐδετέρωϲ Ἀκαδήμεον. λέγεται δὲ Ἀκαδημία ἡ τῶν φίλων διατριβή. 776 Ἀκάθαρτοϲ: ἁμαρτητική. ἀκάθαρτοϲ γὰρ τὴν ψυχὴν ὅ γε κακόϲ, καθαρὸϲ δὲ ὁ ἐναντίοϲ. 777 Ἀκαθαίρετοϲ: ἀκατάβλητοϲ. πύργοϲ ἀκαθαίρετοϲ. 778 Ἀκάθεκτοϲ: ἀκατάϲχετοϲ. ἦν γὰρ ἀκάθεκτοϲ ὁρμὴ περὶ αὐτὸν διὰ τὰϲ τῶν πυρϲῶν ἐπάρϲειϲ. 779 Ἀκαθοϲίωτον: ἄνομον, ἄκοϲμον, ἀπόβλητον. 780 Ἀκακήϲιον: ὄνομα ὄρουϲ. 781 Ἀκάκητοϲ: ὁ Ἑρμῆϲ. 782 Ἀκακία: ἡ ἀγαθωϲύνη.