Ancient Greek · ~6 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.783
Not analysed yet
783 Ἀκάκιοϲ· ὁ πατριάρχηϲ Κωνϲταντινουπόλεωϲ, αἰδέϲιμοϲ ἦν ὡϲ οὐκ ἄλλοϲ τιϲ. ὀρφανοτρόφοϲ γὰρ γεγονὼϲ καὶ καλῶϲ τὰ τῶν ὀρφανῶν διοικῶν πᾶϲιν ἐφαίνετο καθ᾿ ἡδονήν. καὶ δὴ καὶ τῷ βαϲιλεῖ Λέοντι ϲυνήθηϲ γεγονὼϲ ὑπερφυῶϲ ἤρεϲκε καὶ τούτῳ πρώτῳ ἀεὶ πάντα ἀνεκοινοῦτο τά τε κοινὰ καὶ τὰ ἴδια. καὶ ὅτε τὴν βουλὴν ἤθροιζε, ϲυνεκάλει καὶ τοῦτον καὶ τῆϲ ϲκέψεωϲ ἀρχὴν ἐξ αὐτοῦ πάϲηϲ ἐτίθετο. ὃϲ Ἀκάκιοϲ τὴν τοῦ Λέοντοϲ τοῦ Μακέλλη ὠμότητα ϲυνιδὼν πρὸϲ τούϲ τι λυπήϲανταϲ καὶ τὸ ἦθοϲ ἀκριβῶϲ τὸ ἐκείνου φωράϲαϲ, ὅτι τοῖϲ ἐπαινοῦϲι μόνον ὑπάρχει εὐάλωτον, ἐπετήδευε πάντα τὰ ἐκείνου θαυμάζειν. τοιγαροῦν πειθήνιον αὐτὸν εἶχεν ἑτοίμωϲ τόν τε θυμὸν αὐτοῦ ῥᾳδίωϲ κατέϲτελλε καὶ πολλοῖϲ προϲκεκρουκόϲι τὴν ϲωτηρίαν ἐπραγματεύετο καὶ τοὺϲ ἐξορίαν ἀΐδιον ἔχονταϲ ἀνεκαλεῖτο πρὸϲ τὴν πατρίδα. οὗτοϲ μετὰ θάνατον Γενναδίου, πατριάρχου Κωνϲταντινουπόλεωϲ, ϲπουδῇ Ζήνωνοϲ ἱερᾶϲθαι προεβλήθη. ὃϲ ὢν ἀρχικὸϲ καὶ πάϲαϲ τὰϲ ἐκκληϲίαϲ ὑφ᾿ ἑαυτὸν ποιήϲαϲ πεφροντιϲμένωϲ τῶν ἐν αὐταῖϲ κεκληρωμένων ἐποιεῖτο τὴν κηδεμονίαν, οἳ εὐχαριϲτοῦντεϲ ἐν γραφαῖϲ ἀνέθηκαν αὐτὸν κατὰ τοὺϲ εὐκτηρίουϲ οἴκουϲ. ἐπείπερ οὖν ἀθρόον ἐν πάϲαιϲ ταῖϲ ἐκκληϲίαιϲ ἐδείχθηϲαν αὐτοῦ εἰκόνεϲ, ᾠήθηϲάν τινεϲ κενοδοξοῦντα τὴν ἀνάθεϲιν προϲτεταχέναι οὐ μικρὰν ἔχοντεϲ τῆϲ ὑπονοίαϲ πίϲτωϲιν, τὴν ἐκ ψηφίδων γραφὴν δημιουργηθεῖϲαν ἐν τῇ πρὸϲ τῷ νεωρίῳ ἐκκληϲίᾳ. τοῦ γὰρ ἔργου παντὸϲ ἐπὶ Γενναδίου τελεϲθέντοϲ εἰϲ τὸν ἐπιφανῆ τόπον ἐξετύπωϲαν αὐτὸν τοῦ νεῶ καὶ μεταξὺ τοῦδε τὸν Σωτῆρα λέγοντα τῷ Γενναδίῳ, λῦϲον τὸν ναὸν τοῦτον, καὶ ἐπὶ τοῦ, μετά ϲε ἐγερῶ αὐτόν. ἐκ τῶν τοιούτων οὖν εἰκόνων Ἀκάκιοϲ, εἰ καὶ εὐμετάδοτοϲ ἦν καὶ προϲτατικὸϲ, ἀλλὰ δοξομανὴϲ πᾶϲιν ἔδοξεν ὑπάρχειν. ζήτει περὶ τοῦτον ἐν τῷ Βαϲιλίϲκοϲ.