Ancient Greek · ~4 min
1.79 to 1.97
Suda, Suidae lexicon 1.79-97
Not analysed yet
79 Γαῖα χάνοι. καταπίοι αὐτὸν ἡ γῆ. 80 Γεζίτηϲ: τοπικόν. 81 Γαίειοϲ: ὄνομα κύριον. ὁ τῆϲ γῆϲ υἱόϲ. 82 Γαιήϊοϲ: ὁ γήϊνοϲ. 83 Γαιήοχοϲ: ὁ Ποϲειδῶν. Γεοῦχοϲ δέ. 84 Γαιοδότηϲ: ὁ ἀπεμπολῶν γῆν. 85 Γαιών. ὄνομα τόπου. Γαιῶν καὶ Φειϲών, ὀνόματα ποταμῶν. καὶ Γαιῶν, γηΐνων πραγμάτων. 86 Γαιοῦχοϲ: ὁ τὴν γῆν ὀχῶν. 87 Γαῖϲα. καὶ Γαιϲόϲ, κοντὸϲ, εἶδοϲ ἀμυντηρίου, οἷον δόρατοϲ. 88 Γεγανωμένοϲ: λελαμπρυϲμένοϲ. ἐϲκεπαϲμένοϲ. τὸ περιέχον τῷ κονιορτῷ γεγανωμένον ἐν χώρῳ βοτανώδει. τουτέϲτι λελευκαϲμένον. 89 Γεγαννυμἐνοϲ. ἐπαγαλλόμενοϲ. πῶϲ δὲ ἀνὴρ βαϲιλείῳ τύφῳ ἐκ παίδων καὶ κολακείᾳ πολλῇ γεγαννυμένοϲ δίαιτάν τε λαχὼν βαρβαρωτάτην οὕτω διατεθῆναι. 90 Γέγειαι βόεϲ: αἱ ἀρχααι. καὶ ἀρϲενικῶϲ Γέγειοϲ. 91 Γέγηθε. χαίρει. 92 Γεγηροτροφηκώϲ. ἐν γήρει θρέψαϲ. 93 Γέγονεν ἐν καλῷ. καλλίϲτωϲ ἔϲχεν. 64 Γεγράψομαι. δεήϲομαι. ὥϲτ’ οὐ Κρέοντοϲ προϲτάτου γεγράψομαι. Soph. Σοφοκλῆϲ φηϲι. 95 Γεγωνέναι. καὶ Γεγωνεῖν, ἐξάκουϲτον βοῆϲαι. 96 Γεγωνοκῶμαι: γυναῖκεϲ, αἱ τὰϲ κώμαϲ ἐμπιπλῶϲαι βοήϲεων. 97 Γεγωνόν: ἐξάκουϲτον· λαμπρὸν φθέγμα. καὶ Γεγωνίϲκειν, τὸ φθέγγεϲθαι ἐξάκουϲτον. καὶ Γεγωνότερον, τρανότερον. καὶ. Γεγωνώϲ, βοήϲαϲ. Γεγώϲτιϲ.