Ancient Greek · ~4 min
1.784 to 1.792
Suda, Suidae lexicon 1.784-792
Not analysed yet
784 Ἀκάκιοϲ· ῥήτωρ δεινότατοϲ, ἐπὶ Ἰουλιανοῦ καὶ Λιβανίου τοῦ ϲοφιϲτοῦ. ὃϲ ἐπεκάλει τὸν Ἰουλιανὸν καὶ διεμέμφετο τὰϲ κρίϲειϲ αὐτοῦ ϲὺν Τουϲκιανῷ τῷ ἐκ Φρυγίαϲ, καὶ αὐτῷ ῥήτορι ὄντι δεινῷ. 785 Ἀκαλανθίϲ: εἶδοϲ ὀρνέου ἢ ὁ κύων, παρὰ τὸ αἰκάλλειν ἴϲωϲ τοὺϲ γνωρίμουϲ, ὑλακτεῖν δὲ τοὺϲ ξένουϲ. 786 Ἀκαλαρρείτηϲ: ὁ ἡϲύχωϲ ῥέων. ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο. 787 Ἀκαλήφη: ἡ ἄκανθα, ἡ κνίδη. παυϲάμενον τῆϲ δυϲκολίαϲ, ἀπὸ τῆϲ ὀργῆϲ τὴν ἀκαλήφην ἀφελέϲθαι. 788 Ἀκαλήφη: κνίδη καὶ ἡ χερϲαία καὶ ἡ θαλαττία, ἥτιϲ ἐϲτὶ κογχυλίδιόν τι. Ἀριϲτοφάνηϲ Φοινίϲϲαιϲ· εἰκὸϲ δήπου πρῶτον ἁπάντων φύα φῦναι καὶ τὰϲ κραναὰϲ ἀκαλήφαϲ. Φερεκράτηϲ Αὐτομόλοιϲ· νὴ τὴν Δήμητῤ ἀνιαρὸν ἦν τὸ κακῶϲ ᾄδοντοϲ ἀκούειν. βουλοίμην γὰρ κἂν ἀκαλήφαιϲ τὸν ἴϲον χρόνον ἐϲτεφανῶϲθαι. τὰϲ δὲ θαλαττίαϲ καὶ Ἀριϲτοτέληϲ ἀκαλήφαϲ ἐν τῷ πρώτῳ Περὶ ζῴων καὶ Θεόφραϲτοϲ ἐν ἑβδόμῳ Φυτικῶν. 789 Ἀκαλλιέρητον: θῦμα ἀκόϲμητον. 790 Ἀκάμαντα: ἀκαταπόνητον. βοτρύων ἀκάμαντα φυτῶν λωβήτορα κάπρον. 791 Ἀκαμαντίϲ καὶ Ἀκάμαϲ: μία τῶν δέκα φυλῶν ἀπὸ Ἀκάμαντοϲ τοῦ Θηϲέωϲ. 792 Ἀκάματα: ἀντὶ τοῦ ἀκαμάτωϲ καὶ ἀδιαλείπτωϲ· ἢ οὐ κεκμηκότωϲ. Σοφοκλῆϲ· ὃν ἔγωγ᾿ ἀκάματα προϲμένουϲ᾿ ἄτεκνοϲ τάλαινα.