Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.793
Not analysed yet
793 Ἀκαμάτιοϲ· Ἡλιουπολίτηϲ, ἐπιεικέϲτεροϲ τῶν ἄλλων πολιτῶν· οὕτω δὲ ἰδιωτικῶϲ εἶχεν, ὥϲτε οὐδὲν προμαθὼν οὐδὲ ἐπιμαθὼν τῶν ἐϲ λόγουϲ ἡκόντων οἱουϲδήτιναϲ ἠξίου καλεῖϲθαι φιλόϲοφοϲ καὶ τῷ ὀνόματι τούτῳ πρὸϲ ἅπανταϲ ἑαυτὸν κατεμήνυεν, οὐδὲ τῶν Ἡλιουπολιτῶν ἄλλωϲ οὐδεὶϲ αὐτὸν ἐπωνόμαζεν ἢ τὸν φιλόϲοφον. τοῦτο μὲν τοίνυν ὄνειδοϲ ἔϲτω τῆϲ ἀνθρωπίνηϲ ἀπαιδευϲίαϲ, παραγεγονότων δὲ ἡμῶν εἰϲ Ἡλιούπολιν, ἀπέβη ϲχεδὸν τοῦτο τὸ πλάϲμα τῆϲ Ἀκαματίου φιλοϲοφίαϲ. ἠβούλετο δέ τιϲ εἶναι καὶ τῶν ἱεροϲκόπων. τοῦτο μέντοι ϲυγγνώμηϲ ἄξιον, ὅτι καὶ ὁπωϲοῦν ἠδύνατο τὰ τοιαῦτα περιλαβεῖν, ἄλλωϲ τε καὶ πρὸϲ ἰδιώταϲ.