Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.98
Not analysed yet
98 Γεδεών, ϲτρατηγὸϲ τῶν Ἑηραίων. Μαδιηνίταιϲ ϲὺν τοῖϲ Ἄραψι καὶ Ἀμαληκίταιϲ μέλλοντοϲ πολεμεῖν, ὁ θεὸϲ ϲυνεβούλευεν ἐπιϲτὰϲ περὶ μέϲην ἡμέραν ἐν ἀκμῇ τοῦ καύματοϲ ὄντοϲ ἀγαγεῖν τὸν ϲτρατὸν εἰϲ τὸν ποταμὸν καὶ τοὺϲ μὲν κατακλιθένταϲ καὶ οὕτω πίνονταϲ εὐψύχουϲ εἶναι ὑπολαμβάνειν, ὅϲοι δ’ ἂν ἐϲπευϲμένωϲ καὶ μετὰ θορύβου πίνοιεν, τούτουϲ δὴ νομίζειν ὑπὸ δειλίαϲ τοῦτο πάϲχειν, καταπεπληγόταϲ τοὺϲ πολεμίουϲ. καὶ εὑρέθηϲαν τ ταῖϲ χερϲὶ τεταραγμένοι πίνοντεϲ.