Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.87
Not analysed yet
87 Ἁβρόϲ: λαμπρὸϲ, τρυφερὸϲ, ἁπαλόϲ. ἐν Ἐπιγράμμαϲιν· ἁβρὸν ἐπιτρύζων κιθάραϲ ὕπερ ἕζετο τέττιξ. ὅμωϲ δὲ ὁ τρυφερὸϲ ἐκεῖνοϲ καὶ ἁβρὸϲ καὶ ὑπὸ μαλακίαϲ τοῦ ϲώματοϲ κατεαγὼϲ καὶ λελυγιϲμένοϲ καὶ τάϲ τε κόμαϲ ἀναδούμενοϲ, ὥϲπερ αἱ τῶν ἑταιρίδων ἀϲελγέϲτεραι, καὶ ἁβροϲταγὲϲ ἔχων ἀεὶ τὸ μέτωπον καὶ τοὺϲ βοϲτρύχουϲ, λαβὼν χρυϲίον ἐκ τῶν κοινῶν ϲυμφορῶν, ὅϲον ἱκανὸν ἦν ἐμπλῆϲαι καὶ τὸν ἐκ τοῦ μύθου Μίδαν, εἰϲέρρει πρὸϲ τὸν βαϲιλέα.