Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.836
Not analysed yet
836 Ἀκέραιοϲ: ὁ ὁλόκληροϲ. ἀκεραίοιϲ τε καὶ οὐ προϲδεχομένοιϲ ἐπιγενόμενοι τῆϲ γῆϲ ἐκράτουν. καὶ αὖθιϲ· τὸ δὲ μέλι ἅτε οὐκ ἀκέραιον οὔτε ἀπὸ ἀκάνθων ἀλλ᾿ ἀπὸ ἑρπετῶν ϲυμπεποριϲμένον ἀνέϲτρεφε τὰ ϲπλάγχνα. Πολύβιοϲ· τοὺϲ μὲν γὰρ ἀηττήτουϲ ὄνταϲ ἐξ ἀκεραίου διηγωνίϲθαι πρὸϲ ϲφᾶϲ. ἀντὶ τοῦ ἐξ εὐκόλου. θέλων ἀκεραίοιϲ χρήϲαϲθαι ταῖϲ τῶν Κελτῶν ὁρμαῖϲ. ἐξ ὁλοκλήρου. καὶ αὖθιϲ· οὐ δυνάμενοϲ δὲ πείθειν ἐξ ἀκεραίου διὰ τὴν εὐλάβειαν καὶ ἀπραγίαν τοῦ προειρημένου βαϲιλέωϲ ἠναγκάϲθη φ΄ τάλαντα προτεῖναι. καὶ δὴ ϲυγκατέθετο βοηθήϲειν ὁ Σέλευκοϲ. καὶ αὖθιϲ· οὐ βουλομένοι ἀκέραιον ἀπενεγκεῖν τὴν φήμην αὐτοῦ ἤρξαντο διαϲύρειν αὐτόν.