Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.860
Not analysed yet
860 Ἀκηδήϲ: ἄταφοϲ, ἀμελήϲ. οἱ δὲ Ῥωμαῖοι τοὺϲ ἑαυτῶν πολεμίουϲ ἀκηδεῖϲ οὐχ ὑπέμειναν παριδεῖν. καὶ Ἀκηδῶϲ, ἀντὶ τοῦ ἀτάφωϲ. ἰδὼν ναυηγοῦ ϲῶμα ἐρριμμένον ἀκηδῶϲ καὶ ὀλιγώρωϲ παρελθεῖν οὐκ ἐτόλμηϲεν, ἀλλὰ ἔθαψε. τὸν τεθνεῶτα, θέαμα τῷ ἡλίῳ οὐδαμῇ φίλον ἀποκρύπτων ἀνθρωπίνῳ θεϲμῷ. λέγεται καὶ Ἀκηδὴϲ ἐν Μυθικοῖϲ· πικρὴ μέν τε λύκοιϲ, αὐτὰρ χιμάροιϲιν ἀκηδήϲ. καὶ αὖθιϲ· διαλύει τὸν τάφον ἀκηδῶϲ καὶ ἀνοίκτωϲ καὶ ἀπὸ τῶνδε τῶν λίθων ἀνίϲτηϲι πύργον. ἐκεῖθεν ἑάλω ἡ πόλιϲ.