Ancient Greek
1.861 to 1.877
Suda, Suidae lexicon 1.861-877
Not analysed yet
861 Ἀκήδεϲεν: οὐκ ἐφρόντιϲεν. 862 Ἀκηδία: ῥᾳθυμία, ἀχθηδὼν, λύπη. Δαβίδ· καὶ ἠκηδίαϲεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμα μου. 863 Ἀκήκοα· αἰτιατικῇ· ἠνωτίϲθην. καὶ Ἐἰϲακήκοα. 864 Ἀκήλητον: ἄθελκτον, ἀπηνῆ. ἐν Ἐπιγράμμαϲι περὶ Ὀρφέωϲ· ὃϲ καὶ ἀμειλίκτοιο βαρὺ Κλυμένοιο νόημα καὶ τὸν ἀκήλητον θυμὸν ἔθελξε λύρᾳ. 865 Ἀκηλίδωτον: ἄϲπιλον, ἀκήρατον. Ἀκηλιδότεροϲ δέ. 866 Ἀκήματα: ἰάματα. καὶ Ἄκη πόνων, τὰ λουτρά· καὶ κόπον μὲν θαλάττῃ λύουϲιν, ἣ μάλιϲτα τοῖϲ νεύροιϲ ἐϲτὶ πρόϲφοροϲ, ἀναχαλῶντεϲ δὲ τὰϲ τῶν μυῶν ϲυϲτάϲειϲ, εἶτ᾿ ἐπαλείφοντεϲ λίπα πρὸϲ τῷ μὴ ῥανθέντοϲ τοῦ ὕδατοϲ ἀπεϲκληρυμένα γίνεϲθαι τὰ ϲώματα. 867 Ἀκήν: ἡϲύχωϲ. 868 Ἀκηράϲιον: ἀκέραιον. ἀθάνατον, ἄφθαρτον. καὶ Ὅμηροϲ· ἡδὺν ἀκηράϲιον θεῖον ποτόν. 869 Ἀκήρατοϲ: ἄφθαρτοϲ, ἀπαθὴϲ, ἀκέραιοϲ. Ἀκήρωτοϲ δὲ ὁ δίχα κηροῦ. 870 Ἀκηρυκτεί: ἄνευ κήρυκοϲ. οἱ δὲ Ῥωμαῖοι τοὺϲ αἰχμαλώτουϲ λαβόντεϲ ἀκηρυκτεὶ πόλεμον αὐτοῖϲ ἐψηφίϲαντο. 871 Ἀκηρύκτωϲ ἐμίγνυντο: παρὰ Θουκυδίδῃ· τουτέϲτιν ἄνευ κηρυκείου, ὡϲ πρὸϲ φίλουϲ δῆθεν. οἱ γὰρ πρὸϲ ἐχθρούϲ ἀπιόντεϲ ἀϲφαλείαϲ ἕνεκεν ὅϲοι ἐβούλοντο μετὰ κηρυκείου ἀπῇεϲαν, οὓϲ ἀνόϲιον ἡγοῦντο καὶ ἀϲεβὲϲ κακουργεῖν. 872 Ἀκηχέδαται: λυποῦνται. 873 Ἀκίχητοϲ: ἀκατάληπτοϲ. 874 Ἀκίβδηλον: καθαρόν. καὶ ἀκιβδήλουϲ φαϲὶν εἶναι τοὺϲ ϲπουδαίουϲ, φυλακτικούϲ τε εἶναι τοὺϲ ἐπὶ τὸ βέλτιον τὰ περὶ αὑτοὺϲ παριϲτάνειν διὰ παραϲκευῆϲ δυναμένουϲ τῆϲ τὰ φαῦλα μὲν ἀκοκρυπτούϲηϲ, τὰ δὲ ὑπάρχοντα ἀγαθὰ φαίνεϲθαι ποιούϲηϲ ἀπλάϲτωϲ. περιῃρηκέναι γὰρ ἐν τῇ φωνῇ τὸ πλάϲμα καὶ τῷ εἴδει. 875 Ἀκιδαλία: ὄνομα κρήνηϲ. 876 Ἀκίδοϲ: τῶν βελῶν τὰϲ ὀξύτηταϲ. καὶ Ἀκιδωτόν, τὸ ἔχον ἀκίδαϲ. 877 Ἀκιδνίν: τὸ ἀϲθενέϲ. καὶ Ἀκιδνότεροϲ ὁμοίωϲ. Ὅμηροϲ· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.