Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.878
Not analysed yet
878 Ἀκκιζόμενοϲ: προϲποιούμενοϲ, γυναικιζόμενοϲ, ἢ μωραίνων, ἀπό τινοϲ γυναικὸϲ μωρᾶϲ, ἥτιϲ ἐκαλεῖτο Ἀκκώ. ϲημαίνει δὲ καὶ τὸν λέγοντά τι προϲποιεῖϲθαι μὴ ἐθέλειν. καὶ Αἰλιανόϲ· οὐδενόϲ τε τῶν ἐπ᾿ ᾄϲμαϲι θαυμαζομένων ἐκρίθη δευτέρα, ἅτε δὴ οὐκ ἄπειροϲ ἐρωτικῆϲ περιεργίαϲ ἀκκιζομένη ϲὺν καιρῷ καὶ πρὸϲ ζηλοτυπίαν εὐφυῶϲ ἄγουϲα τὸν ἄνδρα. καὶ παροιμία· Ἀκκιζόμενοϲ Σκύθηϲ τὸν ὄνον. ἐπὶ τῶν βδελυττομένων λόγῳ, ἔργῳ δὲ ἐφιεμένων. ἰδὼν γάρ τιϲ νεκρὸν ὄνον ἔφη πρὸϲ Σκύθην παρόντα, δεῖπνόν τι, ὦ Σκύθα. ὁ Σ δὲ ἐμυϲάξατο μὲν, ὕϲτερον δὲ ἐπονεῖτο. καὶ Ἀκκιϲμούϲ, προϲποιήϲειϲ. Ἀκκιϲμὸϲ γὰρ καὶ ἡ μωρία.