Ancient Greek · ~7 min
1.879 to 1.903
Suda, Suidae lexicon 1.879-903
Not analysed yet
879 Ἄκικυϲ: ὁ μὴ ὀξύϲ. 880 Ἄκιμον: ἀθεράπευτον. 881 Ἄκιμοϲ: ὄνομα κύριον. 882 Ἀκινάκηϲ: μικρὸν δόρυ Περϲικόν. 883 Ἀκίναϲιϲ: ὄνομα τόπου. 884 Ἀκινδυνί: χωρὶϲ κινδύνου. καὶ Ἀκινδυνότατοϲ. 885 Ἀκίναιδοϲ: ὁ μὴ κινῶν τὰ αἰδοῖα, ὁ ϲώφρων. καὶ Ἀκίναιδα. 886 Ἀκινηϲία: ἠρεμία. καὶ τοὺϲ ἵππουϲ ἐξελαύνειν προϲέταξεν, ὡϲ διαλύοιτο αὐτοῖϲ τὸ ὑπὸ τοῦ παράπλου νεναρκηκὸϲ ὑπὸ ἀκινηϲίαϲ. 887 Ἀκινητίζω: μὴ κινεῖϲθαι ἐπιθυμῶ. 888 Ἀκίνητα κινεῖν: ἐπὶ τῶν καθ᾿ ὑπερβολήν. ὅτι μὴ δεῖ μηδὲ βωμοὺϲ κινεῖν, ἢ τάφουϲ. 889 Ἄκιτιν ἐν Ἐπιγράμμαϲι· καὶ ψήκτραν ἄκιτιν ἀπέπτυϲεν. 890 Ἀκίχητα: ἀκατάληπτα. 891 Ἀκλαυϲτί: χωρὶϲ κλαυθμοῦ. 892 Ἀκλείδηϲ: ὄνομα κύριον. 893 Ἀκλειῶϲ: ἀδόξωϲ. 894 Ἀκληρεῖ: οὐ μετέχει, οὐ κεκλήρωται. 895 Ἀκληρήμαϲι: ϲυμφοραῖϲ, δυϲτυχίαιϲ. διὰ τοῦτο δοκεῖ μοι μάλιϲτα περιπεϲεῖν τοῖϲ ἀκληρήμαϲι, διὰ τὸ πάντων βούλεϲθαι ϲτοχάζεϲθαι καὶ μερίζεϲθαι εἰϲ διάφορα. 896 Ἀκληρίαϲ: δυϲτυχίαϲ. ὁ δὲ ᾤετο πόρον ἐξευρεῖν τοῦ διώϲαϲθαι τὰϲ ἀκληρίαϲ. 897 Ἀκληρούντων: δυϲτυχούντων. τοὺϲ ἐν τῷ ϲυνεδρίῳ ἀχανεῖϲ γενέϲθαι καὶ παρεκϲτῆναι ταῖϲ διανοίαιϲ, ϲυμπάϲχονταϲ τῇ τῶν ἀκληρούντων ὑπερωδυνίᾳ. 898 Ἀκλητί: χωρὶϲ κλήϲεωϲ. καὶ παροιμία· Ἀκλητὶ κωμάζουϲιν εἰϲ φίλουϲ φίλοι. ὁμοία τῇ, αὐτόματοι ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖταϲ ἵενται. 899 Ἄκλητον: ἀνώνυμον. δέδωκαϲ ϲεαυτὸν ἄκλητον τῷ δευτέρῳ. ἀντὶ τοῦ ἀνώνυμον. ἄκλητοϲ ὁ θεὸϲ καὶ καλούμενοϲ παρέϲται· οὐ παρορᾷ γὰρ ὁ θεὸϲ τοὺϲ ἀρετῆϲ ἀντιποιουμένουϲ. οὕτω γὰρ ἐδόθη χρηϲμὸϲ τοῖϲ Λακεδαιμονίοιϲ· καλούμενόϲ τε κἄκλητοϲ θεὸϲ παρέϲται ἔξω πάϲηϲ αἰϲθήϲεωϲ. οὐ γὰρ φωνῆϲ δεῖται πρὸϲ τὸ διδάξαι τὰ δέοντα, οὐδὲ ἀκοῆϲ πρὸϲ τὸ μαθεῖν. 900 Ἀκλόνητον: ἄϲειϲτον, ἀδόνητον. 901 Ἀκμάζει: νεάζει. Ἀκμάζειϲ, τὰ νέων πράττειϲ. οὕτωϲ Ὑπερίδηϲ καὶ Λυϲίαϲ. 902 Ἀκμαῖοϲ: νεανίϲκοϲ, ϲφριγῶν. ἀκμάζων, καίριοϲ, κατὰ καιρὸν, παρὰ τὴν ἀκμὴν τοῦ καιροῦ. ποῦ Τεῦκροϲ; ὡϲ ἀκμαῖοϲ, εἰ βαίη, μόλοι. τουτέϲτιν εὐκαιρότατοϲ, ἐν ἀκμῇ καιροῦ, ἐν ἀκμῇ καὶ ὀξύτητι κινδύνου. καὶ Ἀκμαιότατοϲ καιρρὸϲ· ὁ πρωϊνόϲ. καὶ Ἀκμαίων· ἰϲχυρῶν, ἀνδρεῖων, γενναίων. 903 Ἀκμαιωνίδαι: ὄνομα ἔθνουϲ.