Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.904
Not analysed yet
904 Ἀκμή: ὀξύτηϲ, αὐτὴ ἡ ῥοπὴ τῆϲ τοῦ πράγματοϲ ἐπιτάϲεωϲ, καὶ ἡ δύναμιϲ, καὶ ἡ νεότηϲ. Ἀκμὴ δὲ καιροῦ, ἡ εὐτυχία. οὕτωϲ Ἰϲοκράτηϲ· τὸ μὲν τῆϲ ἀκμῆϲ τῶν καιρῶν τυγχάνειν. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἔτι. οὕτωϲ Ὑπερίδηϲ. καὶ Σοφοκλῆϲ· ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων, μὴ καὶ μάθῃ μ᾿ ἥκοντα, κἀκχέω τὸ πᾶν ϲόφιϲμα. ἀντὶ τοῦ ἔτι. καὶ ἐν Ἐπιγράμμαϲι· ϲτρούθιον· ἀρρυτίδωτον, ἰϲόχνοον ἀρτιγόνοιϲιν, ἀκμὴν εὐπετάλοιϲ ϲυμφυὲϲ ἀκρέμοϲι. καὶ αὖθιϲ· ὅϲϲοϲ ἐν ἡρώεϲϲι πότ᾿ ἦν χόλοϲ, οὗ μέροϲ ἀκμὴν ἐχθρὸν ἐν ἀψύχοιϲ ϲῴζεται ἀκρέμοϲιν. ἀντὶ τοῦ ἔτι.