Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.905
Not analysed yet
905 Ἀκμὴ καλεῖ: καιρὸϲ καλεῖ. ἐπὶ οὖν τῆϲ ὀξύτητοϲ Αἰλιανόϲ φηϲιν· ἐν ἀκμῇ δὲ ὢν τῆϲ τε ὀδύνηϲ καὶ ὧν ἤλγει, οὐκ ᾔδει τὴν ὁδὸν τὴν πορεύουϲαν εἰϲ αὐτοῦ. εἰ δέ τινι καὶ θῦϲαι ἐξ ἐνυπνίου ἐκελεύετο, καὶ τούτων ὀλίγωροϲ ἦν φύϲει τε ἀμαθήϲ ὢν καὶ φιλοχρήματοϲ ἐν ἀκμῇ τοῦ κακοῦ μνήμη τιϲ εἰϲῆλθε τῶν Σαμοθρᾴκων· καὶ γὰρ οὖν τετελεϲμένω αὐτοῖϲ ἤϲτην. ἀντὶ τοῦ ὑπῆρχον δυϊκῶϲ. καὶ αὖθιϲ· ὑπὸ πολλῶν δακρύων τὴν ἀκμὴν τῶν ὀμμάτων ἀφῄρημαι. καὶ αὖθιϲ Αἰλιανόϲ· καὶ αὐτὸ τὸ κράτοϲ ἐπὶ ξυροῦ ἀκμῆϲ ἦν.