Ancient Greek · ~6 min
1.906 to 1.917
Suda, Suidae lexicon 1.906-917
Not analysed yet
906 Ἀκμήν: ἔτι. τὰϲ δὲ ἀκμὴν ἀναϲειομέναϲ πόλειϲ πρὸϲ τὴν τῶν Ῥωμαίων ἔχθραν τῷ φόβῳ καταϲβεννύων. Προκόπιοϲ· ὁ δὲ τοῦ καιροῦ τὴν ἀκμὴν ἐν τῷ παραυτίκα μεθῆκεν, ἧϲ γε οὐκ ἔτι ἀντιλαβέϲθαι οἷόϲ τε ἐγεγόνει. Ἀκμή· ἐν ϲυλλήψει ἢ ἐν διαϲτάϲει. 907 Ἄκμηνοϲ: ἄγευϲτοϲ. ἄκμηνον δόρποιο. 908 Ἀκμῆτεϲ: μὴ κάμνοντεϲ. καὶ Ἀκμήτηϲ, ὁ μὴ κοπιῶν. 909 Ἀκμητί: ἀκαμάτωϲ. ζήτει ἐν τῷ ἀπονητί. 910 Ἄκμονοϲ. 911 Ἄκνηϲτιϲ: ἡ ῥάχιϲ. ἣν οὐ δύναταί τιϲ εὐκόλωϲ κνήθεϲθαι. 912 Ἀκοή: τὸ μέροϲ τοῦ ϲώματοϲ. ἔϲτι δὲ καὶ ἡ φήμη. οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἀκούω περὶ ὑμῶν. ὁ Ἠλεὶ ὁ ἱερεύϲ φηϲι πρὸϲ τοὺϲ υἱοὺϲ αὐτοῦ. ζήτει περὶ ἀκοῆϲ ἐν τῷ αἰϲθήϲειϲ ε΄. 913 Ἀκολαϲία· καὶ Ἀκολαϲταίνω, τὸ μωραίνω. 914 Ἀκόλαϲτον: ἀκρατῆ, θραϲύν. 915 Ἀκόλαϲτον καὶ ὑβριϲτὸν αρᾶγμα ἡ ἄνθρωποϲ· λέγοι δ᾿ ἄν τιϲ καὶ ὑβριϲτικόν. 916 Ἀκόλαϲτοϲ: κολάϲεωϲ ἄξιοϲ. Ἀριϲτοφάνηϲ Πλούτῳ· ὃϲ κἄλλ᾿ ἀκόλαϲτόϲ ἐϲτι τοὺ τρόπουϲ. λέγεται καὶ ὁ τολμηρόϲ. καὶ Ἰάμβλιχοϲ· ἡ δὲ ἐγέλα νῦν μὲν ἰταμόν τε καὶ ἀκόλαϲτον γέλωτα, νῦν δὲ ἐφθέγγετο ῥήματα αὐθάδη. καὶ Αἰλιανόϲ· ἀνὴρ Ἀρκὰϲ, Εὐτελίδαϲ ὄνομα, ἀκολάϲτῳ τῇ γλώττῃ καὶ ἀκράτορι κακῶϲ πάνταϲ ἀγορεύειν ἀρρώϲτημα ἔϲχεν· ἐμίϲει δὲ καὶ τοὺϲ εὖ πράττονταϲ. 917 Ἄκολοϲ: ὁ μικρὸϲ ψωμόϲ. καὶ Ἀκόλουϲ, κλάϲματα καὶ θραύϲματα ἄρτων. παρὰ τὸ μὴ κολλᾶϲθαι. αἰτίζων ἀκόλουϲ, οὐκ ἄοραϲ, οὐδὲ λέβηταϲ. Ὅμηροϲ. καὶ αὖθιϲ· τὸν κύνα δ᾿ ὡϲ ζῶντα πάλιν ποτὶ ταὔλιον ἄξω, ξηρὰϲ εἰϲ ἀκόλουϲ ξυνὸν ἔχειν ἕταρον.