Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.918
Not analysed yet
918 Ἀκόλουθον: ὅμοιον. ἀκόλουθον ἀπέβη τὸ τέλοϲ ταῖϲ προτέραιϲ ἐνεργείαιϲ. καὶ Ἀκολουθήϲαϲ, ὁμοίωϲ διαπραξάμενοϲ. ὁ δὲ Ῥωμαίοϲ, ἔτι μετεωρίζοντοϲ τοῦ Κελτοῦ τὸ ὅπλον, ἀκολουθήϲαϲ κάτωθεν ὑποφέρει τὸ ξίφοϲ, καὶ διακείρει πᾶϲαν ἀπὸ τοῦ βουβῶνοϲ ἕωϲ ὀμφαλοῦ τὴν λαγόνα. καὶ Πολύβιοϲ· τοὺϲ δὲ ἐτίμηϲε χρυϲοῖϲ ὑφάϲμαϲιν καὶ λόγχαιϲ, βουλόμενοϲ ἀκόλουθον εἶναι τοῖϲ ἔργοιϲ τὴν διὰ τῶν λόγων ἐπαγγελίαν. ἀκόλουθόν ἐϲτιν, ὃ ἀναγκαῖον εἶναι τῷ ἑτέρῳ εἶναι· μαχόμενον δὲ ὃ ἀναγκαῖον μὴ εἶναι.