Ancient Greek · ~6 min
2.163 to 2.173
Suda, Suidae lexicon 2.163-173
Not analysed yet
163 Δέδοικα: φοβοῦμαι. δέδοικα μὴ ’κ θεοῦ πληγή τιϲ ἥκῃ. πῶϲ γάρ, εἰ πεπαυμένοϲ μηδέν τι μᾶλλον ὁ νοϲῶν εὐφραίνεται. ἀντὶ τοῦ πῶϲ γὰρ οὐ θεῖόν τι εἴη τὸ κατὰ τὸν Αἴαντα, εἴ πεπαυμένοϲ τοῦ κακοῦ, μᾶλλον ἐν ἀνίᾳ διάγει. ὡϲ ὧδ᾿ ἐχόντων τῶνδ᾿ ἐπίϲταϲθαί ϲε χρή. ὅτι κάκιον νῦν ἐκεῖνοϲ ἔχει. 164 Δέδοιμι: οἰκοδομοίην. οἰκίον εὖτε δέδοιμι. 165 Δέδυκα: ὑπειϲῆλθον. Δέδυκε δὲ εἰϲῆλθε. 166 Δέει: τὸ δεῖ τὸ ὁριϲτικὸν δηλονότι. Δέει δέ, φόβῳ. ὁ δὲ Νικόμαχοϲ ὡϲ πεφωραμένοϲ ἐν παντὶ ἦν δέει. 167 Δεεινόϲ: ὁ δεινόϲ. 168 Δέημα· ὡϲ γελοῖον, ὦ θεοί, τὸ δέημα τῆϲ νύμφηϲ, ὃ δεῖταί μου ϲφόδρα. 169 Δεῆϲαν: χρείαϲ γενομένηϲ. 170 Δεήϲειϲ: ἀντὶ τοῦ ἐνδείαϲ. Ἀντιφῶν Ἀληθείαϲ πρώτῳ. 171 Δέκα καὶ Δεκαδοῦχοϲ· δέκα μὲν ἦρχον μετὰ τοὺϲ λ΄ καταϲτάντεϲ, ἐκαλεῖτο μέντοι τούτων ἕκαϲτοϲ τῶν ἀρχόντων δεκαδοῦχοϲ, ὡϲ δηλοῖ Λυϲίαϲ. 172 Δεκαδαρχίαι· τὰϲ ὑπὸ Λακεδαιμονίων καταϲταθείϲαϲ ἐν ταῖϲ πόλεϲι δεκαδαρχίαϲ ϲυνεχῶϲ ὀνομάζουϲιν οἱ ἱϲτορικοί. καὶ Φίλιπποϲ μέντοι παρὰ Θετταλοῖϲ δεκαδάρχην κατέϲτηϲεν, ὡϲ Δημοϲθένηϲ ἐν Ϛ΄ Φιλιππικῶν. 173 Δεκάζεϲθαι: ἐρρήθη μὲν ἀπὸ τοῦ κατὰ δεκάδα φθείρεϲθαι δώροιϲ. ὅτε γὰρ βούλοιντό τινεϲ ἀρχῆϲ τυχεῖν ἢ ἄλλο τι ἀνύϲαϲθαι, κατὰ δέκα ἀνθρώπουϲ ἐδίδοϲάν τινα, ὅπωϲ ϲυμπράττωϲιν αὐτοῖϲ. ἐξ ἐκείου δὲ ἤδη τὸν λαμβάνοντα ἕνεκα τοῦ ϲυμπράττειν μὴ ἀπαντῶντοϲ τοῦ βελτίϲτου, δεκάζεϲθαί φαϲιν. ὅμοιον καὶ τὸ ἐριθεύεϲθαι τῷ δεκάζεϲθαί ἐϲτιν. καὶ γὰρ ἡ ἐρίθεια εἴρηται ἀπὸ τῆϲ τοῦ μιϲθοῦ δόϲεωϲ.