Ancient Greek · ~2 min
Book 2, Chapter Δ
Suda, Suidae lexicon 2.174
Not analysed yet
174 Δεκάζεϲθαι: δωροδοκεῖϲθαι. καὶ Δεκάζειν, διαφθείρειν χρήμαϲιν, ἢ δώροιϲ. Αἰλιανόϲ· πολλοὺϲ διέφθειρε νομάδων δεκάϲαϲ εἰϲ προδοϲίαν. καὶ Δεκάζων, τὸ ϲημαινόμενον δῆλον. ἐποιήθη δὲ τὸ ὄνομα ἐντεῦθεν. Λύκοϲ μέν ἐϲτιν ἥρωϲ μορφὴν ἔχων τοῦ θηρίου. πρὸϲ δὲ τοῖϲ ἐν Ἀθήναιϲ ἀνεϲτήλωται δικαϲτηρίοιϲ· πρὸϲ ὃν οἱ δωροδοκοῦντεϲ κατὰ ι΄ γινόμενοι ἀνεϲτρέφοντο. ἔνθα καὶ ἡ παροιμία· λύκου δεκάϲ. ἐξ οὖν τῆϲ δεκάδοϲ τὸ δεκάζειν καὶ δεκάζεϲθαι.